19
1 ⸆ Μετὰ ταῦτα ἤκουσα ⸂ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ⸃ ἐν τῷ οὐρανῷ, ⸂2λεγόντων,⸃ Ἁλληλούϊα· ⸂3ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ δόξα⸃ ⸂4τοῦ θεοῦ ἡμῶν·⸃ 2ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην, ἥτις ⸂διέφθειρεν⸃ τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ ⸆ χειρὸς αὐτῆς. 3Καὶ δεύτερον ⸂εἴρηκεν,⸃ Ἁλληλούϊα· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 4Καὶ ἔπεσον οἱ πρεσβύτεροι οἱ ⸂εἴκοσι τέσσαρες,⸃ καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ ⸂2τοῦ θρόνου,⸃ λέγοντες, Ἀμήν· Ἁλληλούϊα. 5Καὶ φωνὴ ⸂ἀπὸ⸃ τοῦ θρόνου ἐξῆλθεν, λέγουσα, Αἰνεῖτε ⸂2τὸν θεὸν⸃ ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ, ⸋καὶ⸌ οἱ φοβούμενοι αὐτόν, ⸂3οἱ μικροὶ καὶ οἱ μεγάλοι.⸃ 6Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ, καὶ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, ⸂λέγοντες,⸃ Ἁλληλούϊα· ὅτι ἐβασίλευσεν ⸂2κύριος ὁ θεὸς ἡμῶν⸃ ὁ παντοκράτωρ. 7 ⸂Χαίρωμεν καὶ ἀγαλλιώμεθα, καὶ δῶμεν⸃ τὴν δόξαν αὐτῷ· ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν. 8Καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον ⸂λαμπρὸν καὶ καθαρόν·⸃ τὸ γὰρ βύσσινον τὰ δικαιώματα ⸉τῶν ἁγίων ἐστίν.⸊ 9Καὶ λέγει μοι, Γράψον, Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶ ⸉τοῦ θεοῦ εἰσιν.⸊ 10Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ· καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων ⸂τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦ Ἰησοῦ⸃ ἐστὶν τὸ πνεῦμα τῆς προφητείας.
11Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτόν, ⸉καλούμενος πιστὸς⸊ καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. 12Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ⸆ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά· ἔχων ⸋ὀνόματα γεγραμμένα καὶ⸌ ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, 13καὶ περιβεβλημένος ἱμάτιον ⸂βεβαμμένον⸃ αἵματι· καὶ ⸂2καλεῖται⸃ τὸ ὄνομα αὐτοῦ, Ὁ λόγος τοῦ θεοῦ. 14Καὶ τὰ στρατεύματα ⸋τὰ⸌ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν ⸆ καθαρόν. 15Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ⸋δίστομος⸌ ὀξεῖα, ἵνα ἐν αὐτῇ ⸂πατάξῃ⸃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ ⸆ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος. 16Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ⸆ ὄνομα γεγραμμένον, Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.
17Καὶ εἶδον ⸆ ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ· καὶ ἔκραξεν ⸆2 φωνῇ μεγάλῃ, λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι, ⸂Δεῦτε, συνάχθητε⸃ εἰς ⸂2τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ,⸃ 18ἵνα φάγητε σάρκας βασιλέων, καὶ σάρκας χιλιάρχων, καὶ σάρκας ἰσχυρῶν, καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽ ⸂αὐτῶν,⸃ καὶ σάρκας πάντων, ⸂2ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν τε καὶ μεγάλων.⸃
19Καὶ εἶδον τὸ θηρίον, καὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι ⸆ πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 20Καὶ ἐπιάσθη τὸ θηρίον, καὶ ⸉ὁ μετ᾽ αὐτοῦ ψευδοπροφήτης⸊ ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς ⸂τὴν καιομένην⸃ ἐν ⸆ θείῳ· 21καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ⸂ἐξελθούσῃ⸃ ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
Notes
*19:1
⸆ – RP TNT2 WH NA NIV SBL ¦ Καὶ f 35 TR
*19:1
⸂ ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ RP TNT2 WH NA NIV SBL ¦ ὡς φωνὴν ὄχλου πολλοῦ μεγάλην f 35 ¦ φωνὴν ὄχλου πολλοῦ μεγάλην TR
*19:1
⸂2 λεγόντων RP f 35 TNT2 WH NA NIV SBL ¦ λεγόντος TR
*19:1
⸂3 ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ δόξα RP f 35 ¦ ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ δύναμις TR ¦ ἡ σωτηρία καὶ δόξα καὶ ἡ δύναμις TNT2 WH NA NIV SBL
*19:1
⸂4 τοῦ θεοῦ ἡμῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ κυρίῳ τῷ θεῷ ἡμῶν TR
*19:2
⸂ διέφθειρεν RP f 35 ¦ ἔφθειρε TR ¦ ἔφθειρεν TNT2 WH NA NIV SBL
*19:2
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῆς TR
*19:3
⸂ εἴρηκεν RP f 35 ¦ εἴρηκαν TR TNT2 WH NA NIV SBL
*19:4
⸂ εἴκοσι τέσσαρες RP f 35 WH NA NIV SBL ¦ εἴκοσι καὶ τέσσαρες TR ¦ εἴκοσι τέσσερες TNT2
*19:4
⸂2 τοῦ θρόνου RP f 35 TR ¦ τῷ θρόνῳ TNT2 WH NA NIV SBL
*19:5
⸂ ἀπὸ RP TNT2 WH NA NIV SBL ¦ ἐκ f 35 TR
*19:5
⸂2 τὸν θεὸν RP f 35 TR ¦ τῷ θεῷ TNT2 WH NA NIV SBL
*19:5
⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11
*19:5
⸂3 οἱ μικροὶ καὶ οἱ μεγάλοι RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ οἱ μικροὶ καὶ οἱ μεγάλοι TR
*19:6
⸂ λέγοντες RP ¦ λεγόντας f 35 TR ¦ λεγόντων TNT2 WH NA NIV SBL
*19:6
⸂2 κύριος ὁ θεὸς ἡμῶν RP f 35 TNT2 WH NA NIV ¦ κύριος ὁ θεὸς TR SBL
*19:7
⸂ Χαίρωμεν καὶ ἀγαλλιώμεθα, καὶ δῶμεν RP f 35 TR ¦ Χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δῶμεν TNT2 ¦ Χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσομεν WH NA25 SBL ¦ Χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσωμεν NA27+28 NIV
*19:8
⸂ λαμπρὸν καὶ καθαρόν RP f 35 ¦ καθαρόν καὶ λαμπρὸν TR ¦ λαμπρὸν καθαρόν TNT2 WH NA NIV SBL
*19:8
⸉ τῶν ἁγίων ἐστίν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐστί τῶν ἁγίων TR
*19:9
⸉ τοῦ θεοῦ εἰσιν RP TNT2 WH NA NIV SBL ¦ εἰσιν τοῦ θεοῦ f 35 ¦ εἰσι τοῦ θεοῦ TR
*19:10
⸂ τὴν μαρτυρίαν Ἰησοῦ … ἡ γὰρ μαρτυρία τοῦ Ἰησοῦ RP f 35 ¦ τὴν μαρτυρίαν τοῦ Ἰησοῦ … ἡ γὰρ μαρτυρία τοῦ Ἰησοῦ TR ¦ τὴν μαρτυρίαν Ἰησοῦ … ἡ γὰρ μαρτυρία Ἰησοῦ TNT2 WH NA NIV SBL
*19:11
⸉ καλούμενος πιστὸς RP f 35 TR NA27+28 NIV ¦ πιστὸς καλούμενος TNT2 WH NA25 SBL
*19:12
⸆ – RP f 35 TNT2 WH NA25 SBL ¦ ὡς TR NA27+28 NIV
*19:12
⸋ ὀνόματα γεγραμμένα καὶ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*19:13
⸂ βεβαμμένον RP f 35 TR TNT2 NA NIV SBL ¦ ῤεραντισμένον WH
*19:13
⸂2 καλεῖται RP f 35 TR ¦ κέκληται TNT2 WH NA NIV SBL
*19:14
⸋ τὰ RP f 35 WH NA NIV SBL ¦ – TR TNT2
*19:14
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR
*19:15
⸋ δίστομος RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*19:15
⸂ πατάξῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ πατάσσῃ TR
*19:15
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR
*19:16
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ TR
*19:17
⸆ – RP ¦ ἕνα f 35 TR TNT2 WH NA NIV SBL
*19:17
⸆2 – RP f 35 TR TNT2 SBL ¦ ἐν WH NA NIV
*19:17
⸂ Δεῦτε, συνάχθητε RP f 35 TNT2 WH NA NIV SBL ¦ Δεῦτε καὶ συνάγεσθε TR
*19:17
⸂2 τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ δεῖπνον τοῦ μεγάλου θεοῦ TR
*19:18
⸂ αὐτῶν RP f 35 TR NA NIV SBL ¦ αὐτούς TNT2 WH
*19:18
⸂2 ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν τε καὶ μεγάλων RP f 35 ¦ ἐλευθέρων καὶ δούλων, καὶ μικρῶν καὶ μεγάλων TR ¦ ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν καὶ μεγάλων TNT2 WH NA NIV SBL
*19:19
⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL
*19:20
⸉ ὁ μετ᾽ αὐτοῦ ψευδοπροφήτης RP ¦ μετ᾽ αὐτοῦ ὁ ψευδοπροφήτης f 35 TNT2 WH NA NIV SBL ¦ μετὰ τοὐτοῦ ὁ ψευδοπροφήτης TR
*19:20
⸂ τὴν καιομένην RP f 35 TR ¦ τῆς καιομένης TNT2 WH NA NIV SBL
*19:20
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῷ TR
*19:21
⸂ ἐξελθούσῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκπορευομένῃ TR