1Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, 2διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν. 3Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. 4Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε.
5Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς εἰς Ἱερουσαλήμ, 6καὶ Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. 7Καὶ στήσαντες αὐτοὺς ἐν μέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; 8Τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ, 9εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσῳσται· 10γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. 11Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν οἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. 12Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· οὔτε γὰρ ὄνομά ἐστιν ἕτερον τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
13Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. 14Τὸν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. 15Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους, 16λέγοντες, Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾽ αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι. 17Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλῇ ἀπειλησόμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. 18Καὶ καλέσαντες αὐτούς, παρήγγειλαν αὐτοῖς τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες πρὸς αὐτοὺς εἶπον, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. 20Οὐ δυνάμεθα γὰρ ἡμεῖς, ἃ εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν. 21Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι. 22Ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
23Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. 24Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεόν, καὶ εἶπον, Δέσποτα, σὺ ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 25διὰ στόματος Δαυὶδ παιδός σου εἰπών,
Ἵνα τί ἐφρύαξαν ἔθνη,
καὶ λαοὶ ἐμελέτησαν κενά;
26Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς,
καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·
27συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλάτος, σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ, 28ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. 29Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, 30ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. 31Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.
32Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῶν ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά. 33Καὶ μεγάλῃ δυνάμει ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. 34Οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, 35καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. 36 Ἰωσῆς δέ, ὁ ἐπικληθεὶς Βαρνάβας ἀπὸ τῶν ἀποστόλων—ὅ ἐστι, μεθερμηνευόμενον, υἱὸς παρακλήσεως—Λευΐτης, Κύπριος τῷ γένει, 37ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

Notes


*4:1 ιερεις ¦ αρχιερεις WH

4:2 των ¦ την εκ CT TR

4:4 ο ¦ — WH

§4:4 ωσει ¦ ως NA SBL TH WH

*4:5 πρεσβυτερους ¦ τους πρεσβυτερους ANT CT

4:5 γραμματεις ¦ τους γραμματεις CT

4:5 εις ¦ εν CT PCK

§4:6 ανναν τον αρχιερεα και καιαφαν και ιωαννην και αλεξανδρον ¦ αννας ο αρχιερευς και καιαφας και ιωαννης και αλεξανδρος CT

*4:7 μεσω ¦ τω μεσω ANT ECM* NA SBL TH TR WH

4:8 του ισραηλ 96.9% ¦ — CT 1.8%

4:9 σεσωσται ¦ σεσωται ECM NA

§4:11 οικοδομουντων ¦ οικοδομων CT

*4:12 ουτε ¦ ουδε ANT ECM* NA PCK SBL TH WH

4:12 εστιν ετερον ¦ εστιν ετερον υπο τον ουρανον ANT BYZ ECM* HF NA SBL TH TR WH ¦ ετερον εστιν υπο τον ουρανον ECM* PCK

4:13 ιωαννου ¦ ιωανου WH

§4:14 δε ¦ τε CT

*4:14 τον ¦ — PCK

4:15 συνεβαλλον ¦ συνεβαλον TR

4:16 ποιησομεν ¦ ποιησωμεν BYZ ECM* HF NA SBL TH WH

§4:16 αρνησασθαι ¦ αρνεισθαι CT

*4:17 απειλη ¦ — CT

4:17 απειλησομεθα ¦ απειλησωμεθα ANT BYZ CT HF PCK TR

4:17 ανθρωπων ¦ ανθρωπω PCK

§4:18 αυτοις ¦ — CT

*4:18 το ¦ — WH

4:19 ιωαννης ¦ ιωανης WH

4:19 προς αυτους ειπον ¦ ειπον προς αυτους ECM NA SBL TH ¦ ειπαν προς αυτους WH

§4:20 ειδομεν ¦ ειδαμεν CT

*4:20 ηκουσαμεν ¦ α ηκουσαμεν PCK

4:21 κολασονται ¦ κολασωνται ECM* NA SBL TH TR WH

4:22 τεσσαρακοντα ¦ τεσσερακοντα CT

§4:22 εγεγονει ¦ γεγονει ECM NA SBL WH

*4:23 απηγγειλαν ¦ ανηγγειλαν PCK

4:23 ειπον ¦ ειπαν CT

4:24 ειπον ¦ ειπαν CT

§4:24 ο θεος ¦ — ANT ECM* NA SBL TH WH

*4:25 δια στοματος δαυιδ (δαβιδ HF) 64% ¦ δια στοματος δαβιδ του TR 24.5% ¦ του πατρος ημων δια πνευματος αγιου στοματος δαυιδ (δαυειδ TH WH) ECM NA SBL 5.2%

4:27 επι ¦ εν τη πολει ταυτη επι CT

4:27 πιλατος ¦ πειλατος WH

§4:28 σου ¦ — ECM* SBL WH

*4:30 σου ¦ — WH

4:31 πνευματος αγιου ¦ του αγιου πνευματος CT

4:32 η ¦ — ECM* NA SBL TH WH

§4:32 η ¦ — ECM* NA SBL TH WH

*4:32 ουδε ¦ ουδ SCR

4:32 αυτων ¦ αυτω ANT BYZ CT PCK TR

4:32 απαντα ¦ παντα SBL WH

§4:33 μεγαλη δυναμει ¦ δυναμει μεγαλη ECM* NA PCK SBL TH WH

*4:33 το μαρτυριον οι αποστολοι ¦ οι αποστολοι το μαρτυριον PCK

4:33 της αναστασεως του κυριου ιησου 78.4% ¦ του κυριου ιησου της αναστασεως ECM* WH 0.2%

4:34 υπηρχεν 73.8% ¦ ην CT PCK 24.4%

§4:35 διεδιδοτο ¦ διεδιδετο CT

*4:36 ιωσης ¦ ιωσηφ CT

4:36 απο ¦ υπο TR

4:36 λευιτης ¦ λευειτης WH

§4:37 παρα ¦ προς ECM NA