18
1Μετὰ δὲ ταῦτα χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. 2Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ τεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἐκ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς· 3καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενε παρ᾽ αὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. 4Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας.
5Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ πνεύματι ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν. 6Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. 7Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. 8Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. 9Εἶπε δὲ ὁ Κύριος δι᾽ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ, Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς· 10διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. 11Ἐκάθισέ τε ἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.
12Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, 13λέγοντες ὅτι Παρὰ τὸν νόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν. 14Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ μὲν οὖν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· 15εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι. 16Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17Ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος. Καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελλεν.
18Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν. 19 Κατήντησε δὲ εἰς Ἔφεσον, καὶ ἐκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθη τοῖς Ἰουδαίοις. 20Ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι παρ᾽ αὐτοῖς, οὐκ ἐπένευσεν· 21 ἀλλ᾽ ἀπετάξατο αὐτοῖς εἰπών, Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα· πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος. Ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, 22καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. 23Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς.
24Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου· 26οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτόν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν. 27Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος· 28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.
Notes
*18:1
δε ¦ — CT
†18:1
ο παυλος 97.1% ¦ — CT 1.5%
‡18:2
τεταχεναι ¦ διατεταχεναι ANT BYZ CT PCK TR
§18:2
εκ ¦ απο ANT CT
*18:3
εμενε ¦ εμεινε ANT
†18:3
ειργαζετο 91.4% ¦ ηργαζετο ECM NA SBL TH 7.8% ¦ ηργαζοντο WH 0.4%
‡18:3
την τεχνην ¦ τη τεχνη ANT BYZ CT
§18:5
πνευματι 93.5% ¦ λογω CT 6.1%
*18:5
τον ¦ ειναι τον CT
†18:6
την κεφαλην ¦ τας κεφαλας PCK
‡18:7
ηλθεν ¦ εισηλθεν ECM* NA SBL
§18:7
ιουστου ¦ τιτιου ιουστου NA SBL WH ¦ τιτου ιουστου ECM
*18:9
δι οραματος εν νυκτι ¦ εν νυκτι δι οραματος CT
†18:11
τε ¦ δε CT
‡18:12
ανθυπατευοντος ¦ ανθυπατου οντος ECM* NA SBL TH WH
§18:12
ομοθυμαδον οι ιουδαιοι ¦ οι ιουδαιοι ομοθυμαδον WH
*18:13
ουτος αναπειθει ¦ αναπειθει ουτος CT PCK
†18:14
ουν ¦ — CT
‡18:14
ηνεσχομην ¦ ανεσχομην CT
§18:15
ζητημα ¦ ζητηματα CT
*18:15
γαρ ¦ — CT
†18:17
οι ελληνες 95.4% ¦ — ECM* NA SBL TH WH 1.7%
‡18:17
εμελλεν ¦ εμελεν ANT CT TR
§18:18
την κεφαλην εν κεγχρεαις ¦ εν κεγχρεαις την κεφαλην ECM NA SBL ¦ εν κενχρεαις την κεφαλην TH WH
*18:19
κατηντησε ¦ κατηντησαν ECM* NA SBL TH WH
†18:19
και εκεινους ¦ κακεινους ANT BYZ CT PCK TR
‡18:19
διελεχθη ¦ διελεξατο CT
§18:20
παρ αυτοις 86.4% ¦ — CT 8.1%
*18:21
αλλ ¦ αλλα ANT NA27 SBL TH WH
†18:21
απεταξατο αυτοις ειπων δει με παντως την εορτην την ερχομενην ποιησαι εις ιεροσολυμα παλιν δε ¦ αποταξαμενος και ειπων παλιν CT
‡18:21
ανηχθη ¦ και ανηχθη ANT HF PCK TR
§18:22
καισαρειαν ¦ καισαριαν WH
*18:23
επιστηριζων ¦ στηριζων ECM* SBL TH WH
†18:25
κυριου ¦ ιησου CT PCK
‡18:25
ιωαννου ¦ ιωανου WH
§18:26
ακυλας και πρισκιλλα ¦ πρισκιλλα και ακυλας ECM* NA SBL TH WH
*18:26
του θεου οδον ¦ οδον του θεου ANT CT
δε ¦ — CT
ο παυλος 97.1% ¦ — CT 1.5%
τεταχεναι ¦ διατεταχεναι ANT BYZ CT PCK TR
εκ ¦ απο ANT CT
εμενε ¦ εμεινε ANT
ειργαζετο 91.4% ¦ ηργαζετο ECM NA SBL TH 7.8% ¦ ηργαζοντο WH 0.4%
την τεχνην ¦ τη τεχνη ANT BYZ CT
πνευματι 93.5% ¦ λογω CT 6.1%
τον ¦ ειναι τον CT
την κεφαλην ¦ τας κεφαλας PCK
ηλθεν ¦ εισηλθεν ECM* NA SBL
ιουστου ¦ τιτιου ιουστου NA SBL WH ¦ τιτου ιουστου ECM
δι οραματος εν νυκτι ¦ εν νυκτι δι οραματος CT
τε ¦ δε CT
ανθυπατευοντος ¦ ανθυπατου οντος ECM* NA SBL TH WH
ομοθυμαδον οι ιουδαιοι ¦ οι ιουδαιοι ομοθυμαδον WH
ουτος αναπειθει ¦ αναπειθει ουτος CT PCK
ουν ¦ — CT
ηνεσχομην ¦ ανεσχομην CT
ζητημα ¦ ζητηματα CT
γαρ ¦ — CT
οι ελληνες 95.4% ¦ — ECM* NA SBL TH WH 1.7%
εμελλεν ¦ εμελεν ANT CT TR
την κεφαλην εν κεγχρεαις ¦ εν κεγχρεαις την κεφαλην ECM NA SBL ¦ εν κενχρεαις την κεφαλην TH WH
κατηντησε ¦ κατηντησαν ECM* NA SBL TH WH
και εκεινους ¦ κακεινους ANT BYZ CT PCK TR
διελεχθη ¦ διελεξατο CT
παρ αυτοις 86.4% ¦ — CT 8.1%
αλλ ¦ αλλα ANT NA27 SBL TH WH
απεταξατο αυτοις ειπων δει με παντως την εορτην την ερχομενην ποιησαι εις ιεροσολυμα παλιν δε ¦ αποταξαμενος και ειπων παλιν CT
ανηχθη ¦ και ανηχθη ANT HF PCK TR
καισαρειαν ¦ καισαριαν WH
επιστηριζων ¦ στηριζων ECM* SBL TH WH
κυριου ¦ ιησου CT PCK
ιωαννου ¦ ιωανου WH
ακυλας και πρισκιλλα ¦ πρισκιλλα και ακυλας ECM* NA SBL TH WH
του θεου οδον ¦ οδον του θεου ANT CT