13
1Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. 2Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον, Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. 3Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.
4 Οὗτοι μὲν οὖν, ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου, κατῆλθον εἰς τὴν Σελεύκειαν· ἐκεῖθεν δὲ ἀπέπλευσαν εἰς τὴν Κύπρον. 5Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. 6Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου, εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνομα Βαρϊησοῦς, 7ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. 8Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος—οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ—ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου, καὶ ἀτενίσας εἰς αὐτὸν 10εἶπεν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; 11Καὶ νῦν ἰδού, χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα δὲ ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.
13Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν. 15Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς, λέγοντες, Ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
16Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρί, εἶπεν, Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. 17Ὁ Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. 18Καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. 19 Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν. 20 Καὶ μετὰ ταῦτα, ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα, ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. 21Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα. 22Καὶ μεταστήσας αὐτόν, ἤγειρεν αὐτοῖς τὸν Δαυὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας, Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. 23Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν, 24προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας τῷ Ἰσραήλ. 25Ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε, Τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλ᾽ ἰδού, ἔρχεται μετ᾽ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
26Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. 27Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν. 28Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν. 29Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. 30Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν· 33ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται,
Υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε.
34Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι
Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.
35 Διὸ καὶ ἐν ἑτέρῳ λέγει,
Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·
36 Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν· 37ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν. 38Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται· 39 καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. 40Βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾽ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις,
41Ἴδετε, οἱ καταφρονηταί,
καὶ θαυμάσατε, καὶ ἀφανίσθητε·
ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν,
ὃ οὐ μὴ πιστεύσητε,
ἐάν τις ἐκδιηγῆται ὑμῖν.
42Ἐξιόντων δὲ ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων, παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα. 43Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες, ἔπειθον αὐτοὺς ἐπιμένειν τῇ χάριτι τοῦ Θεοῦ.
44Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. 45Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, ἀντιλέγοντες καὶ βλασφημοῦντες. 46Παρρησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. 47Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος,
Τέθεικά σε εἰς φῶς ἐθνῶν,
τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
48Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρε, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. 49Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾽ ὅλης τῆς χώρας. 50Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. 51Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾽ αὐτούς, ἦλθον εἰς Ἰκόνιον. 52Οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.
Notes
*13:1
τινες ¦ — CT
†13:1
καλουμενος ¦ επικαλουμενος ANT
‡13:1
τετραρχου ¦ τετρααρχου ECM NA SBL WH
§13:2
βαρναβαν ¦ τε βαρναβαν TR
*13:2
τον ¦ — CT
†13:3
τας χειρας αυτοις ¦ αυτοις τας χειρας ANT
‡13:4
ουτοι ¦ αυτοι CT
§13:4
ουν ¦ — PCK
*13:4
πνευματος του αγιου ¦ αγιου πνευματος CT
†13:4
την ¦ — CT
‡13:4
σελευκειαν ¦ σελευκιαν WH
§13:4
δε ¦ τε ANT BYZ CT PCK TR
*13:4
την ¦ — CT
†13:6
την ¦ ολην την CT
‡13:6
τινα ¦ ανδρα τινα CT
§13:6
βαριησους ¦ βαριησουν BYZ HF PCK ¦ βαριησου ECM NA SBL
*13:9
και ¦ — CT
†13:9
εις ¦ προς ANT
‡13:10
κυριου ¦ του κυριου ECM* NA WH
§13:11
κυριου ¦ του κυριου TR
*13:11
δε ¦ τε ECM* NA
†13:11
επεπεσεν ¦ επεσεν ANT NA SBL TH WH
‡13:12
εκπλησσομενος ¦ εκπληττομενος PCK WH
§13:13
τον ¦ — CT
*13:13
ιωαννης ¦ ιωανης WH
†13:14
της πισιδιας ¦ την πισιδιαν CT
‡13:14
εισελθοντες ¦ ελθοντες TH WH
§13:15
οι αρχισυναγωγοι προς αυτους ¦ προς αυτους οι αρχισυναγωγοι PCK
*13:15
εστι λογος εν υμιν ¦ τις εστιν εν υμιν λογος CT
†13:16
ισραηλιται ¦ ισραηλειται TH WH
‡13:17
τουτου ¦ τουτου ισραηλ ANT CT TR
§13:17
αιγυπτω ¦ αιγυπτου CT
*13:18
τεσσαρακονταετη ¦ τεσσερακονταετη CT
†13:19
και ¦ — WH
‡13:19
κατεκληρονομησεν ¦ κατεκληροδοτησεν TR
§13:19
αυτοις ¦ — CT
*13:20
και μετα ταυτα ως ετεσι τετρακοσιοις και πεντηκοντα 90.4% ¦ ως ετεσι τετρακοσιοις και πεντηκοντα και μετα ταυτα CT 5.2%
†13:20
του ¦ — ECM* WH
‡13:21
κις ¦ κεις TH WH
§13:21
βενιαμιν ¦ βενιαμειν TH WH
*13:21
τεσσαρακοντα ¦ τεσσερακοντα CT
†13:22
αυτοις τον δαυιδ ¦ αυτοις τον δαβιδ HF TR ¦ τον δαυιδ αυτοις ECM* NA SBL ¦ τον δαυειδ αυτοις TH WH
‡13:22
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
§13:23
ηγαγε ¦ ηγειρε TR
*13:23
σωτηριαν ¦ σωτηρα ιησουν CT TR
†13:24
ιωαννου ¦ ιωανου WH
‡13:24
τω ¦ παντι τω λαω ANT CT TR
§13:25
ο ¦ — BYZ ECM* NA SBL TH WH
*13:25
ιωαννης ¦ ιωανης WH
†13:25
τινα με ¦ τι εμε CT
‡13:26
υμιν ¦ ημιν ECM* NA SBL TH WH
§13:26
απεσταλη ¦ εξαπεσταλη CT PCK
*13:27
εν ¦ — BYZ HF PCK
†13:28
πιλατον ¦ πειλατον WH
‡13:29
παντα ¦ απαντα TR
§13:31
εισι ¦ νυν εισι ECM NA SBL WH
*13:32
αυτων ημιν 95% ¦ ημων SBL WH 1.5% ¦ ημιν ECM 0%
†13:33
τω δευτερω γεγραπται ¦ γεγραπται τω δευτερω CT
‡13:34
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
§13:35
διο ¦ διοτι ECM* NA SBL TH WH
*13:36
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
†13:39
και ¦ — ECM*
‡13:39
τω ¦ — CT PCK
§13:39
μωυσεως ¦ μωσεως BYZ HF TR ¦ μωυσεος PCK
*13:40
εφ υμας ¦ — CT
†13:41
εγω εργαζομαι ¦ εργαζομαι εγω CT
‡13:41
ο ¦ ω PCK ¦ εργον ω ANT TR ¦ εργον ο CT
§13:42
εκ της συναγωγης των ιουδαιων 59.8% ¦ αυτων εκ της συναγωγης των ιουδαιων ANT BYZ 20.9% ¦ αυτων CT 15.8%
*13:42
τα εθνη ¦ — CT
†13:42
ρηματα ¦ ρηματα ταυτα ANT BYZ CT HF PCK TR
‡13:43
προσλαλουντες ¦ προσλαλουντες αυτοις ANT CT TR
§13:43
αυτους επιμενειν ¦ επιμενειν αυτους PCK ¦ αυτους προσμενειν ANT CT
*13:44
τε ¦ δε CT TR
†13:44
θεου ¦ κυριου ECM NA SBL TH
‡13:45
του ¦ — ECM* NA SBL TH WH
§13:45
λεγομενοις ¦ λαλουμενοις ECM* NA SBL TH WH
*13:45
αντιλεγοντες και 79.1% ¦ — CT 19.3%
†13:46
δε ¦ τε CT
‡13:46
ειπον ¦ ειπαν CT
§13:46
επειδη δε ECM* ¦ επειδη ECM* NA SBL WH ¦ επει δε ECM*
*13:48
εχαιρε ¦ εχαιρον ANT BYZ CT PCK TR
†13:48
εδοξαζον ¦ εδεξαντο ANT
‡13:48
κυριου ¦ θεου WH
§13:49
δι ¦ καθ ECM*
*13:50
και ¦ — CT
†13:50
τον ¦ — CT
‡13:51
αυτων ¦ — CT
§13:52
δε ¦ τε ECM* NA SBL TH WH
τινες ¦ — CT
καλουμενος ¦ επικαλουμενος ANT
τετραρχου ¦ τετρααρχου ECM NA SBL WH
βαρναβαν ¦ τε βαρναβαν TR
τον ¦ — CT
τας χειρας αυτοις ¦ αυτοις τας χειρας ANT
ουτοι ¦ αυτοι CT
ουν ¦ — PCK
πνευματος του αγιου ¦ αγιου πνευματος CT
την ¦ — CT
σελευκειαν ¦ σελευκιαν WH
δε ¦ τε ANT BYZ CT PCK TR
την ¦ — CT
την ¦ ολην την CT
τινα ¦ ανδρα τινα CT
βαριησους ¦ βαριησουν BYZ HF PCK ¦ βαριησου ECM NA SBL
και ¦ — CT
εις ¦ προς ANT
κυριου ¦ του κυριου ECM* NA WH
κυριου ¦ του κυριου TR
δε ¦ τε ECM* NA
επεπεσεν ¦ επεσεν ANT NA SBL TH WH
εκπλησσομενος ¦ εκπληττομενος PCK WH
τον ¦ — CT
ιωαννης ¦ ιωανης WH
της πισιδιας ¦ την πισιδιαν CT
εισελθοντες ¦ ελθοντες TH WH
οι αρχισυναγωγοι προς αυτους ¦ προς αυτους οι αρχισυναγωγοι PCK
εστι λογος εν υμιν ¦ τις εστιν εν υμιν λογος CT
ισραηλιται ¦ ισραηλειται TH WH
τουτου ¦ τουτου ισραηλ ANT CT TR
αιγυπτω ¦ αιγυπτου CT
τεσσαρακονταετη ¦ τεσσερακονταετη CT
και ¦ — WH
κατεκληρονομησεν ¦ κατεκληροδοτησεν TR
αυτοις ¦ — CT
και μετα ταυτα ως ετεσι τετρακοσιοις και πεντηκοντα 90.4% ¦ ως ετεσι τετρακοσιοις και πεντηκοντα και μετα ταυτα CT 5.2%
του ¦ — ECM* WH
κις ¦ κεις TH WH
βενιαμιν ¦ βενιαμειν TH WH
τεσσαρακοντα ¦ τεσσερακοντα CT
αυτοις τον δαυιδ ¦ αυτοις τον δαβιδ HF TR ¦ τον δαυιδ αυτοις ECM* NA SBL ¦ τον δαυειδ αυτοις TH WH
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
ηγαγε ¦ ηγειρε TR
σωτηριαν ¦ σωτηρα ιησουν CT TR
ιωαννου ¦ ιωανου WH
τω ¦ παντι τω λαω ANT CT TR
ο ¦ — BYZ ECM* NA SBL TH WH
ιωαννης ¦ ιωανης WH
τινα με ¦ τι εμε CT
υμιν ¦ ημιν ECM* NA SBL TH WH
απεσταλη ¦ εξαπεσταλη CT PCK
εν ¦ — BYZ HF PCK
πιλατον ¦ πειλατον WH
παντα ¦ απαντα TR
εισι ¦ νυν εισι ECM NA SBL WH
αυτων ημιν 95% ¦ ημων SBL WH 1.5% ¦ ημιν ECM 0%
τω δευτερω γεγραπται ¦ γεγραπται τω δευτερω CT
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
διο ¦ διοτι ECM* NA SBL TH WH
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
και ¦ — ECM*
τω ¦ — CT PCK
μωυσεως ¦ μωσεως BYZ HF TR ¦ μωυσεος PCK
εφ υμας ¦ — CT
εγω εργαζομαι ¦ εργαζομαι εγω CT
ο ¦ ω PCK ¦ εργον ω ANT TR ¦ εργον ο CT
εκ της συναγωγης των ιουδαιων 59.8% ¦ αυτων εκ της συναγωγης των ιουδαιων ANT BYZ 20.9% ¦ αυτων CT 15.8%
τα εθνη ¦ — CT
ρηματα ¦ ρηματα ταυτα ANT BYZ CT HF PCK TR
προσλαλουντες ¦ προσλαλουντες αυτοις ANT CT TR
αυτους επιμενειν ¦ επιμενειν αυτους PCK ¦ αυτους προσμενειν ANT CT
τε ¦ δε CT TR
θεου ¦ κυριου ECM NA SBL TH
του ¦ — ECM* NA SBL TH WH
λεγομενοις ¦ λαλουμενοις ECM* NA SBL TH WH
αντιλεγοντες και 79.1% ¦ — CT 19.3%
δε ¦ τε CT
ειπον ¦ ειπαν CT
επειδη δε ECM* ¦ επειδη ECM* NA SBL WH ¦ επει δε ECM*
εχαιρε ¦ εχαιρον ANT BYZ CT PCK TR
εδοξαζον ¦ εδεξαντο ANT
κυριου ¦ θεου WH
δι ¦ καθ ECM*
και ¦ — CT
τον ¦ — CT
αυτων ¦ — CT
δε ¦ τε ECM* NA SBL TH WH