27
1Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ, ὀνόματι Ἰουλίῳ, σπείρης Σεβαστῆς. 2Ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ, μέλλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. 3Τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψε πρὸς τοὺς φίλους πορευθέντα ἐπιμελείας τυχεῖν. 4Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους. 5Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, κατήλθομεν εἰς Μύρα τῆς Λυκίας. 6Κἀκεῖ εὑρὼν ὁ ἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν, ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. 7Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην· 8μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία.
9Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοός, διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος 10λέγων αὐτοῖς, Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν. 11Ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο μᾶλλον ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις. 12Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι κἀκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
13Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην. 14Μετ᾽ οὐ πολὺ δὲ ἔβαλε κατ᾽ αὐτῆς ἄνεμος τυφωνικός, ὁ καλούμενος Εὐροκλύδων· 15συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα. 16Νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης· 17ἣν ἄραντες, βοηθείαις ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτην ἐκπέσωσι, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. 18Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο· 19καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐρρίψαμεν. 20Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σῴζεσθαι ἡμᾶς.
21Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. 22Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. 23Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ ἄγγελος τοῦ Θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω, 24λέγων, Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδού, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. 25Διὸ εὐθυμεῖτε ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ᾽ ὃν τρόπον λελάληταί μοι. 26Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
27Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· 28καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε· 29φοβούμενοί τε μήπως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι. 30Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρῴρας μελλόντων ἀγκύρας ἐκτείνειν, 31εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. 32Τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
33Ἄχρι δὲ οὗ ἤμελλεν ἡμέρα γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηδὲν προσλαβόμενοι. 34Διὸ παρακαλῶ ὑμᾶς προσλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἐκ τῆς κεφαλῆς πεσεῖται. 35 Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων· καὶ κλάσας ἤρξατο ἐσθίειν. 36Εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. 37 Ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί, διακόσιαι ἑβδομήκοντα ἕξ. 38Κορεσθέντες δὲ τῆς τροφῆς ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
39Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλόν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δυνατόν, ἐξῶσαι τὸ πλοῖον. 40Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμονα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. 41Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων. 42Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας διαφύγῃ. 43Ὁ δὲ ἑκατόνταρχος, βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾷν ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι· 44καὶ τοὺς λοιπούς, οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
Notes
*27:1
σπειρης ¦ σπειρας PCK
†27:2
αδραμυττηνω ¦ ατραμυτινω PCK ¦ αδραμυντηνω WH
‡27:2
μελλοντες πλειν ¦ μελλοντι πλειν εις CT
§27:3
τους ¦ — ST
*27:3
πορευθεντα ¦ πορευθεντι CT
†27:5
κατηλθομεν ¦ κατηχθημεν PCK ¦ κατηλθαμεν WH
‡27:5
μυρα ¦ μυρρα WH
§27:6
εκατονταρχος ¦ εκατονταρχης ANT CT
*27:6
την ¦ — PCK
†27:8
ην πολις ¦ πολις ην NA
‡27:8
λασαια ¦ λασεα TH WH
§27:10
φορτιου ¦ φορτου ANT PCK TR
*27:11
εκατονταρχης ¦ εκατονταρχος BYZ PCK TR
†27:11
επειθετο μαλλον ¦ μαλλον επειθετο CT
‡27:11
του ¦ — ECM* NA SBL TH WH
§27:12
πλειους ¦ πλειονες CT
*27:12
κακειθεν ¦ εκειθεν CT PCK
†27:13
ἆσσον ¦ Ἄσσον ST
‡27:14
ευροκλυδων 95.1% ¦ ευρακυλων CT 0.8%
§27:16
κλαυδην ¦ καυδα ECM NA SBL WH ¦ κλαυδα TH
*27:16
μολις ισχυσαμεν ¦ ισχυσαμεν μολις CT
†27:17
συρτην ¦ συρτιν ANT CT PCK TR
‡27:19
ερριψαμεν ¦ ερριψαν ECM NA SBL TH ¦ εριψαν WH
§27:20
πασα ελπις ¦ ελπις πασα ECM* NA SBL TH WH
*27:21
δε ¦ τε CT
†27:23
ταυτη τη νυκτι ¦ τη νυκτι ταυτη ANT TR
‡27:23
αγγελος του θεου ου ειμι ω και λατρευω ¦ του θεου ου ειμι εγω ω και λατρευω αγγελος NA ¦ του θεου ου ειμι ω και λατρευω αγγελος ECM SBL TH WH
§27:29
μηπως εις ¦ μη που κατα CT
*27:29
εκπεσωμεν ¦ εκπεσωσιν ST
†27:30
πρωρας ¦ πρωρης ECM NA SBL WH
‡27:30
μελλοντων αγκυρας ¦ αγκυρας μελλοντων CT
§27:31
μεινωσιν εν τω πλοιω ¦ εν τω πλοιω μεινωσιν PCK
*27:32
οι στρατιωται απεκοψαν ¦ απεκοψαν οι στρατιωται CT
†27:33
ημελλεν ημερα ¦ εμελλεν ημερα ANT BYZ PCK TR ¦ ημερα ημελλε CT
‡27:33
μηδεν ¦ μηθεν CT
§27:34
προσλαβειν ¦ μεταλαβειν ANT CT PCK
*27:34
υμετερας ¦ ημετερας PCK
†27:34
εκ της κεφαλης πεσειται ¦ απο της κεφαλης απολειται CT
‡27:35
ειπων ¦ ειπας CT
§27:37
ημεν ¦ ημεθα ECM* NA SBL TH WH
*27:37
εν τω πλοιω αι πασαι ψυχαι ¦ αι πασαι ψυχαι εν τω πλοιω CT
†27:37
διακοσιαι ¦ ως WH
‡27:38
της ¦ — ANT BYZ CT PCK TR
§27:39
εβουλευσαντο ¦ εβουλευοντο CT
*27:39
δυνατον ¦ δυναιντο ANT CT TR
†27:39
εξωσαι ¦ εκσωσαι WH
‡27:40
αρτεμονα ¦ αρτεμωνα ANT CT
§27:41
επωκειλαν ¦ επεκειλαν CT
*27:41
εμεινεν ¦ εμενεν PCK
†27:41
των κυματων 97.2% ¦ — SBL WH 1.2%
‡27:42
διαφυγη ¦ διαφυγοι ANT TR
§27:43
εκατονταρχος ¦ εκατονταρχης ANT CT
*27:43
απορριψαντας ¦ αποριψαντας CT
σπειρης ¦ σπειρας PCK
αδραμυττηνω ¦ ατραμυτινω PCK ¦ αδραμυντηνω WH
μελλοντες πλειν ¦ μελλοντι πλειν εις CT
τους ¦ — ST
πορευθεντα ¦ πορευθεντι CT
κατηλθομεν ¦ κατηχθημεν PCK ¦ κατηλθαμεν WH
μυρα ¦ μυρρα WH
εκατονταρχος ¦ εκατονταρχης ANT CT
την ¦ — PCK
ην πολις ¦ πολις ην NA
λασαια ¦ λασεα TH WH
φορτιου ¦ φορτου ANT PCK TR
εκατονταρχης ¦ εκατονταρχος BYZ PCK TR
επειθετο μαλλον ¦ μαλλον επειθετο CT
του ¦ — ECM* NA SBL TH WH
πλειους ¦ πλειονες CT
κακειθεν ¦ εκειθεν CT PCK
ἆσσον ¦ Ἄσσον ST
ευροκλυδων 95.1% ¦ ευρακυλων CT 0.8%
κλαυδην ¦ καυδα ECM NA SBL WH ¦ κλαυδα TH
μολις ισχυσαμεν ¦ ισχυσαμεν μολις CT
συρτην ¦ συρτιν ANT CT PCK TR
ερριψαμεν ¦ ερριψαν ECM NA SBL TH ¦ εριψαν WH
πασα ελπις ¦ ελπις πασα ECM* NA SBL TH WH
δε ¦ τε CT
ταυτη τη νυκτι ¦ τη νυκτι ταυτη ANT TR
αγγελος του θεου ου ειμι ω και λατρευω ¦ του θεου ου ειμι εγω ω και λατρευω αγγελος NA ¦ του θεου ου ειμι ω και λατρευω αγγελος ECM SBL TH WH
μηπως εις ¦ μη που κατα CT
εκπεσωμεν ¦ εκπεσωσιν ST
πρωρας ¦ πρωρης ECM NA SBL WH
μελλοντων αγκυρας ¦ αγκυρας μελλοντων CT
μεινωσιν εν τω πλοιω ¦ εν τω πλοιω μεινωσιν PCK
οι στρατιωται απεκοψαν ¦ απεκοψαν οι στρατιωται CT
ημελλεν ημερα ¦ εμελλεν ημερα ANT BYZ PCK TR ¦ ημερα ημελλε CT
μηδεν ¦ μηθεν CT
προσλαβειν ¦ μεταλαβειν ANT CT PCK
υμετερας ¦ ημετερας PCK
εκ της κεφαλης πεσειται ¦ απο της κεφαλης απολειται CT
ειπων ¦ ειπας CT
ημεν ¦ ημεθα ECM* NA SBL TH WH
εν τω πλοιω αι πασαι ψυχαι ¦ αι πασαι ψυχαι εν τω πλοιω CT
διακοσιαι ¦ ως WH
της ¦ — ANT BYZ CT PCK TR
εβουλευσαντο ¦ εβουλευοντο CT
δυνατον ¦ δυναιντο ANT CT TR
εξωσαι ¦ εκσωσαι WH
αρτεμονα ¦ αρτεμωνα ANT CT
επωκειλαν ¦ επεκειλαν CT
εμεινεν ¦ εμενεν PCK
των κυματων 97.2% ¦ — SBL WH 1.2%
διαφυγη ¦ διαφυγοι ANT TR
εκατονταρχος ¦ εκατονταρχης ANT CT
απορριψαντας ¦ αποριψαντας CT