1Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ τῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. 2Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, 3πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. 4Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. 5Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν, καὶ κινοῦντα στάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως· 6ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν· 8παρ᾽ οὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
9 Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.
10Ἀπεκρίθη δὲ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11δυναμένου σου γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι δεκαδύο, ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων ἐν Ἱερουσαλήμ· 12καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν. 13 Οὔτε παραστῆσαί με δύνανται περὶ ὧν νῦν κατηγοροῦσί μου. 14Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις γεγραμμένοις· 15ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν, δικαίων τε καὶ ἀδίκων. 16Ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17Δι᾽ ἐτῶν δὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς· 18ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι· 19οὓς δεῖ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με. 20Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου, 21ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἔκραξα ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ὑφ᾽ ὑμῶν.
22 Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς· 23διαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.
24Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ γυναικὶ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν πίστεως. 25Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· 26ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. 27Διετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.

Notes


*24:1 των πρεσβυτερων 83.4% ¦ πρεσβυτερων τινων CT 14.9%

24:2 κατορθωματων ¦ διορθωματων CT

24:4 πλειον ¦ πλεον PCK

§24:4 εγκοπτω ¦ ενκοπτω TH WH

*24:4 επιεικεια ¦ επιεικια WH

24:5 κινουντα ¦ κεινουντα TH

24:5 στασιν ¦ στασεις CT

§24:6 εκρατησαμεν 8 παρ 55.3% ¦ εκρατησαμεν και κατα τον ημετερον νομον ηθελησαμεν κριναι 7 παρελθων δε λυσιας ο χιλιαρχος μετα πολλης βιας εκ των χειρων ημων απηγαγε 8 κελευσας τους κατηγορους αυτου ερχεσθαι επι σε παρ BYZ ECM 9.3% ¦ εκρατησαμεν και κατα τον ημετερον νομον ηθελησαμεν κριναι 7 παρελθων δε λυσιας ο χιλιαρχος μετα πολλης βιας εκ των χειρων ημων απηγαγε 8 κελευσας τους κατηγορους αυτου ερχεσθαι επι σου παρ BYZ 5.7% ¦ εκρατησαμεν και κατα τον ημετερον νομον ηθελησαμεν κρινειν 7 παρελθων δε λυσιας ο χιλιαρχος μετα πολλης βιας εκ των χειρων ημων απηγαγε 8 κελευσας τους κατηγορους αυτου ερχεσθαι επι σε παρ ANT TR 1% [Note: The reading printed in ECM is enclosed with double brackets.]

*24:9 συνεπεθεντο ¦ συνεθεντο TR

24:10 δε ¦ τε CT

24:10 κριτην ¦ κριτην δικαιον PCK

§24:10 ευθυμοτερον ¦ ευθυμως CT

*24:11 γνωναι ¦ επιγνωναι CT

24:11 δεκαδυο ¦ η δεκαδυο TR ¦ δωδεκα CT

24:11 εν ¦ εις ANT CT

§24:12 επισυστασιν ¦ επιστασιν CT

*24:13 ουτε ¦ ουδε ECM* NA SBL TH WH

24:13 παραστησαι με ¦ παραστησαι ANT CT PCK SCR

24:13 δυνανται ¦ δυνανται σοι CT

§24:13 νυν ¦ νυνι CT

*24:14 προφηταις 78.4% ¦ εν τοις προφηταις ANT CT 20.4%

24:15 νεκρων 91.6% ¦ — CT 6.6%

24:16 δε ¦ δε και ANT ¦ και CT

§24:16 εχων ¦ εχειν ANT CT TR

*24:16 προς ¦ προς τε PCK

24:17 παρεγενομην ελεημοσυνας ποιησων εις το εθνος μου ¦ ελεημοσυνας ποιησων εις το εθνος μου παρεγενομην CT

24:18 οις ¦ αις CT

§24:18 τινες ¦ τινες δε CT ST

*24:19 δει ¦ εδει ANT CT PCK SCR

24:19 με ¦ εμε CT

24:20 τί ¦ εἴ τι TR

§24:20 εν εμοι ¦ — CT

*24:21 εκραξα ¦ εκεκραξα CT

24:21 εστως εν αυτοις ¦ εν αυτοις εστως CT

24:21 υφ ¦ εφ CT

§24:22 ακουσας δε ταυτα ο φηλιξ ανεβαλετο αυτους 80.7% ¦ ανεβαλετο δε αυτους ο φηλιξ CT 4.1%

*24:22 ειπων ¦ ειπας CT

24:23 τε ¦ — CT

24:23 τον παυλον ¦ αυτον CT

§24:23 η προσερχεσθαι ¦ — CT

*24:24 γυναικι ¦ γυναικι αυτου ANT ECM* TR ¦ ιδια γυναικι ECM* NA SBL TH WH

24:24 χριστον ¦ χριστον ιησουν CT PCK

24:25 εσεσθαι ¦ — CT

§24:26 και ¦ δε και ANT TR

*24:26 οπως λυση αυτον ¦ — CT

24:26 αυτον ¦ — PCK

24:27 τε ¦ δε ANT ECM* PCK

§24:27 χαριτας ¦ χαριν ANT ¦ χαριτα CT