7
1Εἶπε δὲ ὁ ἀρχιερεύς, Εἰ ἄρα ταῦτα οὕτως ἔχει; 2Ὁ δὲ ἔφη, Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, 3καὶ εἶπε πρὸς αὐτόν, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. 4Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν· κἀκεῖθεν, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· 5καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός· καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτήν, καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. 6Ἐλάλησε δὲ οὕτως ὁ Θεός, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν, ἔτη τετρακόσια. 7Καὶ τὸ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται, καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ. 8Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαάκ, καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ· καὶ ὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
9Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ Θεὸς μετ᾽ αὐτοῦ, 10καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ. 11Ἦλθε δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναάν, καὶ θλίψις μεγάλη· καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. 12Ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ, ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον. 13Καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ. 14Ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ Ἰακώβ, καὶ πᾶσαν τὴν συγγένειαν, ἐν ψυχαῖς ἑβδομήκοντα πέντε. 15 Κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν· 16καὶ μετετέθησαν εἰς Συχέμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι ὃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὸρ τοῦ Συχέμ.
17Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, 18ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. 19Οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσε τοὺς πατέρας ἡμῶν, τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν, εἰς τὸ μὴ ζῳογονεῖσθαι. 20Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός. 21 Ἐκτεθέντα δὲ αὐτόν, ἀνείλετο ἡ θυγάτηρ Φαραώ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. 22Καὶ ἐπαιδεύθη Μωσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις.
23Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. 24Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον· 25ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν. 26Τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην, εἰπών, Ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους; 27Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτόν, εἰπών, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ἡμᾶς; 28Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; 29Ἔφυγε δὲ Μωσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
30Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου. 31Ὁ δὲ Μωσῆς ἰδὼν ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν, 32Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Ἔντρομος δὲ γενόμενος Μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι. 33Εἶπε δὲ αὐτῷ ὁ Κύριος, Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. 34Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα· καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο, ἀποστελῶ σε εἰς Αἴγυπτον.
35Τοῦτον τὸν Μωσῆν ὃν ἠρνήσαντο εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. 36Οὗτος ἐξήγαγεν αὐτούς, ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα. 37Οὗτός ἐστιν ὁ Μωσῆς ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. 38Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν· ὃς ἐδέξατο λόγον ζῶντα δοῦναι ἡμῖν· 39ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ᾽ ἀπώσαντο, καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον, 40εἰπόντες τῷ Ἀαρών, Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. 41Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 42Ἔστρεψε δὲ ὁ Θεός, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν,
Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι
ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
43Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ,
καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥεμφάν,
τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς·
καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
44Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει. 45Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυίδ· 46ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ. 47Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. 48Ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει,
49Ὁ οὐρανός μοι θρόνος,
ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου·
ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει Κύριος·
ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
50Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;
51Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. 52Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· 53οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
54Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν. 55Ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανόν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, 56καὶ εἶπεν, Ἰδού, θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ. 57Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν· 58καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν· καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. 59Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα, Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. 60Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
Notes
*7:1
αρα ¦ — CT
†7:3
εκ ¦ — WH
‡7:3
γην ¦ την γην CT
§7:5
δουναι αυτω ¦ αυτω δουναι BYZ TR ¦ δουναι αυτην PCK
*7:5
αυτην ¦ αυτω PCK
†7:7
εαν ¦ αν WH
‡7:7
δουλευσωσι ¦ δουλευσουσι NA SBL WH
§7:7
ειπεν ο θεος ¦ ο θεος ειπε CT
*7:8
ο ¦ — CT
†7:8
ο ¦ — CT
‡7:10
εξειλετο ¦ εξειλατο CT
§7:10
ολον ¦ εφ ολον ECM* NA
*7:11
γην αιγυπτου 90.2% ¦ αιγυπτον CT 3.9%
†7:11
ευρισκον ¦ ηυρισκον ECM NA SBL WH
‡7:12
σιτα εν αιγυπτω ¦ σιτια εις αιγυπτον CT
§7:13
ανεγνωρισθη ¦ εγνωρισθη WH
*7:13
του ιωσηφ ¦ ιωσηφ SBL WH ¦ αυτου TH
†7:14
τον πατερα αυτου ιακωβ ¦ ιακωβ τον πατερα αυτου CT PCK
‡7:14
συγγενειαν ¦ συγγενειαν αυτου ANT BYZ PCK TR
§7:14
ψυχαις εβδομηκοντα πεντε ¦ εβδομηκοντα πεντε ψυχαις PCK
*7:15
κατεβη δε ¦ και κατεβη ECM* NA SBL TH
†7:16
συχεμ ¦ σιχεμ SCR
‡7:16
ο ¦ ω ANT CT
§7:16
εμμορ ¦ εμμωρ CT PCK ¦ εμορ SCR
*7:16
του ¦ εν CT
†7:16
συχεμ ¦ σιχεμ SCR
‡7:17
ης ¦ ην ANT
§7:17
ωμοσεν 96.3% ¦ ωμολογησεν CT 2.2%
*7:18
ετερος ¦ ετερος επ αιγυπτον ECM* NA SBL TH WH
†7:19
ημων ¦ — ECM* SBL TH WH
‡7:19
εκθετα τα βρεφη ¦ τα βρεφη εκθετα CT
§7:20
μωσης ¦ μωυσης ANT CT PCK
*7:20
πατρος ¦ πατρος αυτου ANT TR
†7:21
εκτεθεντα δε αυτον ανειλετο ¦ εκτεθεντα δε αυτον ανειλετο αυτον ANT TR ¦ εκτεθεντος δε αυτου ανειλατο αυτον CT
‡7:22
μωσης ¦ μωυσης ANT CT PCK
§7:22
παση ¦ εν παση NA
*7:22
εργοις ¦ εν εργοις ANT TR ¦ εργοις αυτου ECM* NA SBL TH WH
†7:23
τεσσαρακονταετης ¦ τεσσερακονταετης CT
‡7:23
επι ¦ εις ANT
§7:24
εποιησεν ¦ εποιησατο ANT
*7:25
αυτου ¦ — SBL WH
†7:25
αυτοις σωτηριαν ¦ σωτηριαν αυτοις CT
‡7:26
τε ¦ δε SCR
§7:26
συνηλασεν ¦ συνηλλασσεν CT
*7:26
υμεις ¦ — CT
†7:27
αυτον ¦ τουτον PCK
‡7:27
ημας ¦ ημων ANT BYZ ECM* NA SBL TH WH
§7:28
χθες ¦ εχθες CT
*7:29
μωσης ¦ μωυσης ANT CT
†7:30
τεσσαρακοντα ¦ τεσσερακοντα CT
‡7:30
κυριου ¦ — CT
§7:30
φλογι πυρος ¦ πυρι φλογος ECM*
*7:31
μωσης ¦ μωυσης ANT CT
†7:31
εθαυμαζε ¦ εθαυμασε BYZ PCK SBL TH TR WH
‡7:31
προς αυτον ¦ — CT
§7:32
ο θεος ισαακ και ο θεος ¦ ισαακ και CT
*7:32
μωσης ¦ μωυσης ANT CT PCK
†7:33
εν ¦ εφ CT
‡7:34
αυτων ¦ αυτου SBL WH
§7:34
αποστελω ¦ αποστειλω CT
*7:35
μωσην ¦ μωυσην ANT CT PCK TR
†7:35
αρχοντα ¦ αρχηγον PCK ¦ και αρχοντα ECM* NA SBL WH
‡7:35
απεστειλεν εν ¦ απεσταλκε συν CT
§7:36
γη ¦ τη WH
*7:36
αιγυπτω ¦ αιγυπτου TR
†7:36
τεσσαρακοντα ¦ τεσσερακοντα CT
‡7:37
ο ¦ — PCK
§7:37
μωσης ¦ μωυσης ANT CT PCK TR
*7:37
ειπων ¦ ειπας CT
†7:37
κυριος ο θεος ημων ¦ κυριος ο θεος υμων ANT TR ¦ ο θεος CT
‡7:37
εμε ¦ εμε αυτου ακουσεσθε ANT TR
§7:38
λογον ¦ λογια ANT BYZ CT HF PCK TR
*7:38
ημιν ¦ υμιν WH
†7:39
αλλ ¦ αλλα NA27 SBL TH WH
‡7:39
τη καρδια ¦ ταις καρδιαις TR ¦ εν ταις καρδιαις CT
§7:40
μωσης ¦ μωυσης ANT CT PCK
*7:40
γεγονεν ¦ εγενετο CT
†7:42
ετη τεσσαρακοντα εν τη ερημω ¦ εν τη ερημω ετη τεσσαρακοντα PCK ¦ ετη τεσσερακοντα εν τη ερημω CT
‡7:43
υμων ¦ — SBL WH
§7:43
ρεμφαν ¦ ρεφαν BYZ TH ¦ ρεφφαν PCK ¦ ραιφαν ECM NA SBL ¦ ρομφα WH
*7:44
τοις ¦ εν τοις ST
†7:44
μωση ¦ μωυση ANT CT PCK
‡7:45
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
§7:46
θεω ¦ οικω ECM* NA
*7:47
ωκοδομησεν ¦ οικοδομησεν ECM NA SBL WH
†7:48
ναοις ¦ — CT
‡7:49
η δε ¦ και η WH
§7:51
τη καρδια ¦ καρδιαις ECM NA SBL WH ¦ ταις καρδιαις υμων TH
*7:52
γεγενησθε ¦ εγενεσθε CT
†7:56
ανεωγμενους ¦ διηνοιγμενους CT
‡7:56
εστωτα του θεου ¦ του θεου εστωτα ANT
§7:58
ιματια ¦ ιματια αυτων ANT CT TR
*7:60
την αμαρτιαν ταυτην ¦ ταυτην την αμαρτιαν ECM* NA SBL TH WH
αρα ¦ — CT
εκ ¦ — WH
γην ¦ την γην CT
δουναι αυτω ¦ αυτω δουναι BYZ TR ¦ δουναι αυτην PCK
αυτην ¦ αυτω PCK
εαν ¦ αν WH
δουλευσωσι ¦ δουλευσουσι NA SBL WH
ειπεν ο θεος ¦ ο θεος ειπε CT
ο ¦ — CT
ο ¦ — CT
εξειλετο ¦ εξειλατο CT
ολον ¦ εφ ολον ECM* NA
γην αιγυπτου 90.2% ¦ αιγυπτον CT 3.9%
ευρισκον ¦ ηυρισκον ECM NA SBL WH
σιτα εν αιγυπτω ¦ σιτια εις αιγυπτον CT
ανεγνωρισθη ¦ εγνωρισθη WH
του ιωσηφ ¦ ιωσηφ SBL WH ¦ αυτου TH
τον πατερα αυτου ιακωβ ¦ ιακωβ τον πατερα αυτου CT PCK
συγγενειαν ¦ συγγενειαν αυτου ANT BYZ PCK TR
ψυχαις εβδομηκοντα πεντε ¦ εβδομηκοντα πεντε ψυχαις PCK
κατεβη δε ¦ και κατεβη ECM* NA SBL TH
συχεμ ¦ σιχεμ SCR
ο ¦ ω ANT CT
εμμορ ¦ εμμωρ CT PCK ¦ εμορ SCR
του ¦ εν CT
συχεμ ¦ σιχεμ SCR
ης ¦ ην ANT
ωμοσεν 96.3% ¦ ωμολογησεν CT 2.2%
ετερος ¦ ετερος επ αιγυπτον ECM* NA SBL TH WH
ημων ¦ — ECM* SBL TH WH
εκθετα τα βρεφη ¦ τα βρεφη εκθετα CT
μωσης ¦ μωυσης ANT CT PCK
πατρος ¦ πατρος αυτου ANT TR
εκτεθεντα δε αυτον ανειλετο ¦ εκτεθεντα δε αυτον ανειλετο αυτον ANT TR ¦ εκτεθεντος δε αυτου ανειλατο αυτον CT
μωσης ¦ μωυσης ANT CT PCK
παση ¦ εν παση NA
εργοις ¦ εν εργοις ANT TR ¦ εργοις αυτου ECM* NA SBL TH WH
τεσσαρακονταετης ¦ τεσσερακονταετης CT
επι ¦ εις ANT
εποιησεν ¦ εποιησατο ANT
αυτου ¦ — SBL WH
αυτοις σωτηριαν ¦ σωτηριαν αυτοις CT
τε ¦ δε SCR
συνηλασεν ¦ συνηλλασσεν CT
υμεις ¦ — CT
αυτον ¦ τουτον PCK
ημας ¦ ημων ANT BYZ ECM* NA SBL TH WH
χθες ¦ εχθες CT
μωσης ¦ μωυσης ANT CT
τεσσαρακοντα ¦ τεσσερακοντα CT
κυριου ¦ — CT
φλογι πυρος ¦ πυρι φλογος ECM*
μωσης ¦ μωυσης ANT CT
εθαυμαζε ¦ εθαυμασε BYZ PCK SBL TH TR WH
προς αυτον ¦ — CT
ο θεος ισαακ και ο θεος ¦ ισαακ και CT
μωσης ¦ μωυσης ANT CT PCK
εν ¦ εφ CT
αυτων ¦ αυτου SBL WH
αποστελω ¦ αποστειλω CT
μωσην ¦ μωυσην ANT CT PCK TR
αρχοντα ¦ αρχηγον PCK ¦ και αρχοντα ECM* NA SBL WH
απεστειλεν εν ¦ απεσταλκε συν CT
γη ¦ τη WH
αιγυπτω ¦ αιγυπτου TR
τεσσαρακοντα ¦ τεσσερακοντα CT
ο ¦ — PCK
μωσης ¦ μωυσης ANT CT PCK TR
ειπων ¦ ειπας CT
κυριος ο θεος ημων ¦ κυριος ο θεος υμων ANT TR ¦ ο θεος CT
εμε ¦ εμε αυτου ακουσεσθε ANT TR
λογον ¦ λογια ANT BYZ CT HF PCK TR
ημιν ¦ υμιν WH
αλλ ¦ αλλα NA27 SBL TH WH
τη καρδια ¦ ταις καρδιαις TR ¦ εν ταις καρδιαις CT
μωσης ¦ μωυσης ANT CT PCK
γεγονεν ¦ εγενετο CT
ετη τεσσαρακοντα εν τη ερημω ¦ εν τη ερημω ετη τεσσαρακοντα PCK ¦ ετη τεσσερακοντα εν τη ερημω CT
υμων ¦ — SBL WH
ρεμφαν ¦ ρεφαν BYZ TH ¦ ρεφφαν PCK ¦ ραιφαν ECM NA SBL ¦ ρομφα WH
τοις ¦ εν τοις ST
μωση ¦ μωυση ANT CT PCK
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
θεω ¦ οικω ECM* NA
ωκοδομησεν ¦ οικοδομησεν ECM NA SBL WH
ναοις ¦ — CT
η δε ¦ και η WH
τη καρδια ¦ καρδιαις ECM NA SBL WH ¦ ταις καρδιαις υμων TH
γεγενησθε ¦ εγενεσθε CT
ανεωγμενους ¦ διηνοιγμενους CT
εστωτα του θεου ¦ του θεου εστωτα ANT
ιματια ¦ ιματια αυτων ANT CT TR
την αμαρτιαν ταυτην ¦ ταυτην την αμαρτιαν ECM* NA SBL TH WH