3
1Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. 2Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. 3Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, Ἔγειραι εἰς τὸ μέσον. 4Καὶ λέγει αὐτοῖς, Ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. 5Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά σου. Καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη. 6Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι.
7Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας, 8καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. 9Καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. 10Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας. 11Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ, καὶ ἔκραζε, λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ. 12Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι.
13Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν. 14Καὶ ἐποίησε δώδεκα, ἵνα ὦσι μετ᾽ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν, 15καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους, καὶ ἐκβάλλειν τὰ δαιμόνια· 16 καὶ ἐπέθηκε τῷ Σίμωνι ὄνομα Πέτρον· 17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς· 18καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην, 19καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.
Καὶ ἔρχονται εἰς οἶκον· 20καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε ἄρτον φαγεῖν. 21Καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη. 22Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 23Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 24Καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη. 25Καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη. 26Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει. 27 Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ.
28Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν· 29ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου κρίσεως. 30Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.
31 Ἔρχονται οὖν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτόν, φωνοῦντες αὐτόν. 32Καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν· εἶπον δὲ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσί σε. 33Καὶ ἀπεκρίθη αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου; 34Καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους, λέγει, Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. 35Ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστί.
Notes
*3:1
την ¦ — SBL WH
†3:3
εξηραμμενην εχοντι την χειρα 93.3% ¦ την χειρα εχοντι ξηραν SBL WH 0.4% ¦ την ξηραν χειρα εχοντι ECM NA TH 0.2%
‡3:3
εγειραι ¦ εγειρε ANT CT
§3:4
αγαθοποιησαι ¦ αγαθον ποιησαι ECM* NA
*3:5
συλλυπουμενος ¦ συνλυπουμενος TH WH
†3:5
σου ¦ — ECM* NA SBL
‡3:5
αποκατεσταθη ¦ απεκατεσταθη BYZ CT
§3:5
υγιης ως η αλλη ¦ — CT
*3:6
ευθεως ¦ ευθυς CT
†3:6
εποιουν 92.5% ¦ εδιδουν CT 1.3%
‡3:7
ανεχωρησε μετα των μαθητων αυτου ¦ μετα των μαθητων αυτου ανεχωρησε CT
§3:7
ηκολουθησαν αυτω 50.9% ¦ ηκολουθησεν αυτω BYZ PCK 42.9% ¦ ηκολουθησε CT 0.2%
*3:8
οι ¦ — CT
†3:8
ακουσαντες ¦ ακουοντες CT
‡3:8
εποιει ¦ ποιει WH
§3:8
ηλθον ¦ ηλθαν WH
*3:11
εθεωρει προσεπιπτεν αυτω και εκραζε ¦ εθεωρουν προσεπιπτον αυτω και εκραζον ANT CT
†3:11
λεγοντα ¦ λεγοντες NA
‡3:12
φανερον αυτον ¦ αυτον φανερον CT TR
§3:14
δωδεκα 97.1% ¦ δωδεκα ους και αποστολους ωνομασεν NA WH 1.5%
*3:15
θεραπευειν τας νοσους και ¦ — CT
†3:16
και 98.8% ¦ και εποιησε τους δωδεκα και NA SBL WH 0.4%
‡3:16
τω σιμωνι ονομα ¦ ονομα τω σιμωνι ANT CT
§3:17
ιωαννην ¦ ιωανην WH
*3:17
ονοματα ¦ ονομα WH
†3:17
βοανεργες ¦ βοανηργες CT
‡3:18
ματθαιον ¦ μαθθαιον CT
§3:18
κανανιτην ¦ καναναιον CT
*3:19
ισκαριωτην 98% ¦ ισκαριωθ CT 0.8%
†3:19
ερχονται ¦ ερχεται ECM* NA SBL TH WH
‡3:20
οχλος 89.5% ¦ ο οχλος NA SBL TH WH 7.4%
§3:20
μητε ¦ μηδε ANT ECM* NA PCK SBL TH WH
*3:22
βεελζεβουλ ¦ βεεζεβουλ WH
†3:25
δυναται ¦ δυνησεται CT
‡3:25
σταθηναι η οικια εκεινη ¦ η οικια εκεινη σταθηναι ECM NA SBL ¦ η οικια εκεινη στηναι TH WH
§3:26
μεμερισται ¦ εμερισθη CT
*3:26
σταθηναι ¦ στηναι ECM* NA SBL TH WH
†3:27
ουδεις δυναται ¦ ου δυναται ουδεις TR ¦ αλλ ου δυναται ουδεις ECM NA TH WH ¦ αλλ ουδεις δυναται SBL
‡3:27
τα σκευη του ισχυρου εισελθων εις την οικιαν ¦ εις την οικιαν του ισχυρου εισελθων τα σκευη ECM* NA SBL TH WH
§3:27
διαρπαση ¦ διαρπασει ANT BYZ CT TR
*3:28
τα αμαρτηματα τοις υιοις των ανθρωπων ¦ τοις υιοις των ανθρωπων τα αμαρτηματα ANT CT
†3:28
βλασφημιαι οσας αν ¦ αι βλασφημιαι οσας εαν ANT ECM* ¦ αι βλασφημιαι οσα εαν ECM* NA SBL TH WH
‡3:29
αλλ ¦ αλλα NA27 SBL TH WH
§3:29
κρισεως 97% ¦ αμαρτηματος CT 0.7%
*3:31
ερχονται ουν ¦ και ερχεται ECM* NA TH ¦ και ερχονται ECM* SBL WH
†3:31
οι αδελφοι και η μητηρ 80.8% ¦ η μητηρ αυτου και οι αδελφοι ANT CT 2.7%
‡3:31
εστωτες ¦ στηκοντες ECM* NA SBL TH WH ¦ εστηκοτες ECM*
§3:31
φωνουντες 94.6% ¦ καλουντες ECM* NA SBL TH WH 1.6%
*3:32
οχλος περι αυτον ¦ περι αυτον οχλος ANT CT
†3:32
ειπον δε ¦ και λεγουσιν CT
‡3:32
και αι αδελφαι σου 70.2% ¦ — ANT ECM SBL TH TR WH 28.9%
§3:33
απεκριθη αυτοις λεγων ¦ αποκριθεις αυτοις λεγει ECM* NA SBL TH WH
*3:33
η ¦ και ECM NA TH WH
†3:33
μου ¦ — WH
‡3:34
κυκλω τους περι αυτον ¦ τους περι αυτον κυκλω CT
§3:34
ιδε ¦ ιδου PCK
*3:35
γαρ 99.4% ¦ — WH 0.3%
†3:35
μου ¦ — CT
‡3:35
μητηρ ¦ μητηρ μου PCK