12
1Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν, Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος, καὶ περιέθηκε φραγμόν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε. 2Καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος. 3 Οἱ δὲ λαβόντες αὐτὸν ἔδειραν, καὶ ἀπέστειλαν κενόν. 4Καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν, καὶ ἀπέστειλαν ἠτιμωμένον. 5Καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, τοὺς μὲν δέροντες, τοὺς δὲ ἀποκτένοντες. 6Ἔτι οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν πρὸς αὐτοὺς ἔσχατον, λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. 7Ἐκεῖνοι δὲ οἱ γεωργοὶ εἶπον πρὸς ἑαυτοὺς ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. 8Καὶ λαβόντες αὐτὸν ἀπέκτειναν, καὶ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος. 9Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε,
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
11παρὰ Κυρίου ἐγένετο αὕτη,
καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
12Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
13Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. 14 Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. Ἔξεστι κῆνσον Καίσαρι δοῦναι, ἢ οὔ; 15Δῶμεν, ἢ μὴ δῶμεν; Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; Φέρετέ μοι δηνάριον, ἵνα ἴδω. 16Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ εἶπον αὐτῷ, Καίσαρος. 17 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Καὶ ἐθαύμασαν ἐπ᾽ αὐτῷ.
18Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, 19Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν ὅτι Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 Ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα· 21καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανε, καὶ οὐδὲ αὐτὸς ἀφῆκε σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως. 22Καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. Ἐσχάτη πάντων ἀπέθανε καὶ ἡ γυνή. 23Ἐν τῇ ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
24 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; 25Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς. 26Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωσέως, ἐπὶ τοῦ βάτου, ὡς εἶπεν αὐτῷ ὁ Θεός, λέγων, Ἐγὼ ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ; 27Οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ Θεὸς ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.
28Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶ πρώτη πάντων ἐντολή; 29 Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι Πρώτη πάντων τῶν ἐντολῶν, Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστι· 30καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Αὕτη πρώτη ἐντολή. 31 Καὶ δευτέρα ὁμοία αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι. 32 Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας εἶπας ὅτι εἷς ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33καὶ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, καὶ ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτόν, πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34Καὶ ὁ Ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
35Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε, διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱός ἐστι Δαυίδ; 36Αὐτὸς γὰρ Δαυὶδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ,
Λέγει ὁ Κύριος τῷ Κυρίῳ μου,
Κάθου ἐκ δεξιῶν μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
37Αὐτὸς οὖν Δαυὶδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
38Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, 39καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· 40οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήψονται περισσότερον κρίμα.
41Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά. 42Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης. 43Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, λέγει αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων βέβληκε τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
Notes
*12:1
λεγειν ¦ λαλειν CT
†12:1
εφυτευσεν ανθρωπος ¦ ανθρωπος εφυτευσε ECM NA SBL WH
‡12:1
εξεδοτο ¦ εξεδετο CT
§12:2
του καρπου ¦ των καρπων CT
*12:3
οι δε ¦ και ANT CT
†12:3
εδειραν ¦ εδηραν PCK
‡12:4
λιθοβολησαντες ¦ — CT
§12:4
εκεφαλαιωσαν ¦ εκεφαλιωσαν CT
*12:4
απεστειλαν ητιμωμενον ¦ ητιμασαν CT
†12:5
παλιν ¦ — CT
‡12:5
τους ¦ ους ANT CT
§12:5
δεροντες ¦ δαιροντες PCK
*12:5
τους ¦ ους ANT CT
†12:5
αποκτενοντες ¦ αποκτεινοντες TR ¦ αποκτεννοντες ANT ECM NA SBL TH ¦ αποκτεννυντες WH
‡12:6
ουν ¦ — CT
§12:6
υιον εχων ¦ ειχεν υιον CT
*12:6
αυτου ¦ — CT
†12:6
και ¦ — CT
‡12:6
προς αυτους εσχατον 88.9% ¦ εσχατον προς αυτους ANT CT 8.4%
§12:7
γεωργοι ¦ γεωργοι θεασαμενοι αυτον ερχομενον ANT
*12:7
ειπον προς εαυτους ¦ προς εαυτους ειπον ANT ¦ προς εαυτους ειπαν CT
†12:8
αυτον απεκτειναν ¦ απεκτειναν αυτον ANT CT
‡12:8
εξεβαλον ¦ εξεβαλον αυτον ANT CT
§12:9
ουν ¦ — SBL WH
*12:9
γεωργους ¦ γεωργους τουτους ANT
†12:12
απηλθον ¦ απηλθαν WH
‡12:14
οι δε 98.8% ¦ και CT 1.1%
§12:14
εξεστι ¦ ειπον ουν ημιν εξεστι ANT
*12:14
κηνσον καισαρι δουναι 90.9% ¦ δουναι κηνσον καισαρι ANT CT 4.8%
†12:16
ειπον ¦ ειπαν CT
‡12:16
αυτω ¦ — ANT
§12:17
και αποκριθεις ο ¦ ο δε CT
*12:17
αυτοις ¦ — WH
†12:17
αποδοτε τα καισαρος ¦ τα καισαρος αποδοτε CT
‡12:17
εθαυμασαν ¦ εξεθαυμαζον CT
§12:18
επηρωτησαν ¦ επηρωτων ANT CT
*12:19
μωσης ¦ μωυσης ANT CT
†12:19
τεκνα μη αφη ¦ μη αφη τεκνον CT
‡12:19
αυτου ¦ — CT
§12:20
επτα ¦ επτα ουν ANT SCR
*12:21
και ουδε αυτος αφηκε 93.4% ¦ μη καταλιπων CT 0.5% ¦ και ουδε αυτος ουκ αφηκε ANT 0.1%
†12:22
ελαβον αυτην οι επτα και ¦ οι επτα CT
‡12:22
εσχατη ¦ εσχατον CT
§12:22
απεθανε και η γυνη ¦ και η γυνη απεθανεν CT
*12:23
αναστασει οταν αναστωσιν 61% ¦ ουν αναστασει οταν αναστωσιν ANT TR 31.6% ¦ αναστασει TH WH 0.7%
†12:24
και αποκριθεις ο ιησους ειπεν αυτοις ¦ εφη αυτοις ο ιησους CT
‡12:25
γαμισκονται ¦ γαμιζονται ANT CT
§12:25
οι ¦ — ECM NA PCK SBL WH
*12:26
μωσεως ¦ μωυσεως ANT BYZ CT ¦ μωυσεος PCK
†12:26
του ¦ της TR
‡12:26
ως ¦ πως ANT CT
§12:26
ο ¦ — WH
*12:26
ο ¦ — WH
†12:27
ο ¦ — CT
‡12:27
θεος ¦ — ANT CT
§12:27
υμεις ουν 87.9% ¦ — CT 0.5%
*12:28
συζητουντων ¦ συνζητουντων TH WH
†12:28
ειδως ¦ ιδων ANT ECM* NA SBL
‡12:28
αυτοις απεκριθη ¦ απεκριθη αυτοις CT
§12:28
πρωτη παντων εντολη ¦ πρωτη πασων εντολη PCK TR ¦ εντολη πρωτη παντων CT
*12:29
ο δε ιησους απεκριθη αυτω ¦ απεκριθη ο ιησους CT
†12:29
παντων των εντολων ¦ πασων των εντολων PCK TR ¦ παντων εντολη ANT ¦ εστιν CT
‡12:29
ημων ¦ υμων PCK
§12:30
της ¦ — WH
*12:30
αυτη πρωτη εντολη 84% ¦ — ECM NA SBL WH 1%
†12:31
καὶ δευτέρα ὁμοία αὕτη ¦ καὶ δευτέρα ὁμοία αὐτῇ HF ¦ δευτέρα αὕτη ECM NA SBL WH
‡12:31
σεαυτον ¦ εαυτον ANT
§12:32
και ¦ — WH
*12:32
ειπας ¦ ειπες CT
†12:32
εστι ¦ εστι θεος TR
‡12:33
της ¦ — WH
§12:33
και εξ ολης της ψυχης ¦ — CT
*12:33
πλειον ¦ περισσοτερον CT
†12:33
θυσιων ¦ των θυσιων ECM* TR
‡12:34
αυτον ¦ — ANT
§12:35
εστι δαυιδ ¦ εστι δαβιδ HF TR ¦ δαυιδ εστιν ANT ECM NA SBL ¦ δαυειδ εστιν TH WH
*12:36
γαρ ¦ — CT
†12:36
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
‡12:36
πνευματι ¦ τω πνευματι τω CT TR
§12:36
λεγει ¦ ειπε(ν) CT TR
*12:36
ο ¦ — NA SBL WH
†12:36
υποποδιον ¦ υποκατω ECM NA SBL WH
‡12:37
ουν ¦ — CT
§12:37
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
*12:37
υιος αυτου εστι ¦ αυτου εστιν υιος CT
†12:38
ελεγεν αυτοις εν τη διδαχη αυτου ¦ εν τη διδαχη αυτου ελεγε CT
‡12:40
κατεσθιοντες ¦ κατεσθοντες WH
§12:40
ληψονται ¦ λημψονται CT
*12:41
ο ιησους ¦ — CT
†12:41
εβαλλον ¦ εβαλον PCK
‡12:43
λεγει ¦ ειπεν ANT CT
§12:43
αυτη η πτωχη ¦ η πτωχη αυτη ANT
*12:43
βεβληκε 89.4% ¦ εβαλε ANT CT 10.5%
†12:43
βαλλοντων ¦ βαλοντων BYZ TR
λεγειν ¦ λαλειν CT
εφυτευσεν ανθρωπος ¦ ανθρωπος εφυτευσε ECM NA SBL WH
εξεδοτο ¦ εξεδετο CT
του καρπου ¦ των καρπων CT
οι δε ¦ και ANT CT
εδειραν ¦ εδηραν PCK
λιθοβολησαντες ¦ — CT
εκεφαλαιωσαν ¦ εκεφαλιωσαν CT
απεστειλαν ητιμωμενον ¦ ητιμασαν CT
παλιν ¦ — CT
τους ¦ ους ANT CT
δεροντες ¦ δαιροντες PCK
τους ¦ ους ANT CT
αποκτενοντες ¦ αποκτεινοντες TR ¦ αποκτεννοντες ANT ECM NA SBL TH ¦ αποκτεννυντες WH
ουν ¦ — CT
υιον εχων ¦ ειχεν υιον CT
αυτου ¦ — CT
και ¦ — CT
προς αυτους εσχατον 88.9% ¦ εσχατον προς αυτους ANT CT 8.4%
γεωργοι ¦ γεωργοι θεασαμενοι αυτον ερχομενον ANT
ειπον προς εαυτους ¦ προς εαυτους ειπον ANT ¦ προς εαυτους ειπαν CT
αυτον απεκτειναν ¦ απεκτειναν αυτον ANT CT
εξεβαλον ¦ εξεβαλον αυτον ANT CT
ουν ¦ — SBL WH
γεωργους ¦ γεωργους τουτους ANT
απηλθον ¦ απηλθαν WH
οι δε 98.8% ¦ και CT 1.1%
εξεστι ¦ ειπον ουν ημιν εξεστι ANT
κηνσον καισαρι δουναι 90.9% ¦ δουναι κηνσον καισαρι ANT CT 4.8%
ειπον ¦ ειπαν CT
αυτω ¦ — ANT
και αποκριθεις ο ¦ ο δε CT
αυτοις ¦ — WH
αποδοτε τα καισαρος ¦ τα καισαρος αποδοτε CT
εθαυμασαν ¦ εξεθαυμαζον CT
επηρωτησαν ¦ επηρωτων ANT CT
μωσης ¦ μωυσης ANT CT
τεκνα μη αφη ¦ μη αφη τεκνον CT
αυτου ¦ — CT
επτα ¦ επτα ουν ANT SCR
και ουδε αυτος αφηκε 93.4% ¦ μη καταλιπων CT 0.5% ¦ και ουδε αυτος ουκ αφηκε ANT 0.1%
ελαβον αυτην οι επτα και ¦ οι επτα CT
εσχατη ¦ εσχατον CT
απεθανε και η γυνη ¦ και η γυνη απεθανεν CT
αναστασει οταν αναστωσιν 61% ¦ ουν αναστασει οταν αναστωσιν ANT TR 31.6% ¦ αναστασει TH WH 0.7%
και αποκριθεις ο ιησους ειπεν αυτοις ¦ εφη αυτοις ο ιησους CT
γαμισκονται ¦ γαμιζονται ANT CT
οι ¦ — ECM NA PCK SBL WH
μωσεως ¦ μωυσεως ANT BYZ CT ¦ μωυσεος PCK
του ¦ της TR
ως ¦ πως ANT CT
ο ¦ — WH
ο ¦ — WH
ο ¦ — CT
θεος ¦ — ANT CT
υμεις ουν 87.9% ¦ — CT 0.5%
συζητουντων ¦ συνζητουντων TH WH
ειδως ¦ ιδων ANT ECM* NA SBL
αυτοις απεκριθη ¦ απεκριθη αυτοις CT
πρωτη παντων εντολη ¦ πρωτη πασων εντολη PCK TR ¦ εντολη πρωτη παντων CT
ο δε ιησους απεκριθη αυτω ¦ απεκριθη ο ιησους CT
παντων των εντολων ¦ πασων των εντολων PCK TR ¦ παντων εντολη ANT ¦ εστιν CT
ημων ¦ υμων PCK
της ¦ — WH
αυτη πρωτη εντολη 84% ¦ — ECM NA SBL WH 1%
καὶ δευτέρα ὁμοία αὕτη ¦ καὶ δευτέρα ὁμοία αὐτῇ HF ¦ δευτέρα αὕτη ECM NA SBL WH
σεαυτον ¦ εαυτον ANT
και ¦ — WH
ειπας ¦ ειπες CT
εστι ¦ εστι θεος TR
της ¦ — WH
και εξ ολης της ψυχης ¦ — CT
πλειον ¦ περισσοτερον CT
θυσιων ¦ των θυσιων ECM* TR
αυτον ¦ — ANT
εστι δαυιδ ¦ εστι δαβιδ HF TR ¦ δαυιδ εστιν ANT ECM NA SBL ¦ δαυειδ εστιν TH WH
γαρ ¦ — CT
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
πνευματι ¦ τω πνευματι τω CT TR
λεγει ¦ ειπε(ν) CT TR
ο ¦ — NA SBL WH
υποποδιον ¦ υποκατω ECM NA SBL WH
ουν ¦ — CT
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
υιος αυτου εστι ¦ αυτου εστιν υιος CT
ελεγεν αυτοις εν τη διδαχη αυτου ¦ εν τη διδαχη αυτου ελεγε CT
κατεσθιοντες ¦ κατεσθοντες WH
ληψονται ¦ λημψονται CT
ο ιησους ¦ — CT
εβαλλον ¦ εβαλον PCK
λεγει ¦ ειπεν ANT CT
αυτη η πτωχη ¦ η πτωχη αυτη ANT
βεβληκε 89.4% ¦ εβαλε ANT CT 10.5%
βαλλοντων ¦ βαλοντων BYZ TR