5
1Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν. 2Καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου, εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, 3ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασι· καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι, 4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς αὐτὸν ἴσχυε δαμάσαι· 5καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
6 Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμε καὶ προσεκύνησεν αὐτῷ, 7καὶ κράξας φωνῇ μεγάλῃ εἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς. 8Ἔλεγε γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου. 9Καὶ ἐπηρώτα αὐτόν, Τί σοι ὄνομα; Καὶ ἀπεκρίθη, λέγων, Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. 10Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.
11Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες, λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13Καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· ἦσαν δὲ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
14 Οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον, καὶ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός· 15καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα· καὶ ἐφοβήθησαν. 16 Διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων. 17Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18Καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵνα ᾖ μετ᾽ αὐτοῦ. 19 Ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκε, καὶ ἠλέησέ σε. 20Καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.
21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22Καὶ ἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ, 23καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται. 24Καὶ ἀπῆλθε μετ᾽ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
25Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, 26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾽ αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28ἔλεγε γὰρ ὅτι Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. 29Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε, Τίς μου ἥψατο τῶν ἱματίων; 31Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο; 32Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾽ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34Ὁ δὲ εἶπεν αὐτῇ, Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
35Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36Ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ· μόνον πίστευε. 37Καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38Καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, κλαίοντας καὶ ἀλαλάζοντας πολλά. 39Καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 40Καὶ κατεγέλων αὐτοῦ. Ὁ δέ, ἐκβαλὼν πάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον. 41Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθά, κοῦμι· ὅ ἐστι μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι. 42Καὶ εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ. 43Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.
Notes
*5:1
γαδαρηνων 95% ¦ γεργεσηνων ANT 4% ¦ γερασηνων CT 0.3%
†5:2
εξελθοντι αυτω ¦ εξελθοντος αυτου ANT CT
‡5:2
ευθεως ¦ ευθυς CT
§5:2
απηντησεν ¦ υπηντησεν ECM* NA SBL TH WH
*5:3
κατοικησιν ¦ οικησιν PCK
†5:3
μνημασι ¦ μνημειοις TR
‡5:3
ουτε αλυσεσιν ¦ ουδε αλυσει ουκετι CT
§5:3
εδυνατο ¦ ηδυνατο ANT PCK TR
*5:4
αυτον ισχυε ¦ αυτον ισχυσε PCK ¦ ισχυεν αυτον ANT CT
†5:5
ορεσι και εν τοις μνημασιν ¦ μνημασι και εν τοις ορεσιν ANT CT PCK
‡5:6
ιδων δε ¦ και ιδων CT
§5:6
αυτω ¦ αυτον ANT ECM* SBL WH
*5:7
ειπε ¦ λεγει ANT CT
†5:9
σοι ονομα ¦ ονομα σοι ANT CT
‡5:9
απεκριθη λεγων ¦ λεγει αυτω CT
§5:9
λεγεων ¦ λεγιων CT
*5:10
αυτους αποστειλη ¦ αποστειλη αυτους ANT ¦ αυτα αποστειλη ECM NA SBL WH
†5:11
προς τω ορει αγελη χοιρων μεγαλη βοσκομενη ¦ προς τα ορη αγελη χοιρων μεγαλη βοσκομενη TR ¦ αγελη χοιρων μεγαλη βοσκομενη προς τω ορει ANT
‡5:12
παντες οι δαιμονες ¦ — CT
§5:13
ευθεως ο ιησους ¦ — CT
*5:13
ησαν δε ¦ — CT
†5:13
δισχιλιοι ¦ δισχειλιοι TH
‡5:14
οι δε ¦ και οι ANT CT
§5:14
τους χοιρους ¦ αυτους CT
*5:14
ανηγγειλαν ¦ απηγγειλαν ANT CT
†5:14
εξηλθον ¦ ηλθον ECM* NA SBL TH WH
‡5:15
και ¦ — CT
§5:15
λεγεωνα ¦ λεγιωνα CT
*5:16
διηγησαντο δε ¦ και διηγησαντο ANT CT TR
†5:18
εμβαντος ¦ εμβαινοντος ANT CT
‡5:18
η μετ αυτου ¦ μετ αυτου η ANT CT
§5:19
ο δε ιησους ¦ και ANT CT
*5:19
αναγγειλον ¦ απαγγειλον ECM* NA SBL TH WH
†5:19
σοι ο κυριος ¦ ο κυριος σοι ECM* NA SBL TH WH
‡5:19
πεποιηκε ¦ εποιησε TR
§5:22
ιδου ¦ — ANT CT
*5:22
ιαειρος ¦ ιαιρος ECM NA SBL
†5:23
παρεκαλει ¦ παρακαλει ECM* NA SBL WH
‡5:23
αυτη τας χειρας ¦ τας χειρας αυτη CT
§5:23
οπως ¦ ινα ECM* NA SBL TH WH
*5:23
ζησεται ¦ ζηση ECM* NA SBL TH WH
†5:25
τις ¦ — CT
‡5:25
ετη δωδεκα ¦ δωδεκα ετη CT
§5:26
αυτης ¦ εαυτης ANT TR
*5:27
περι 97.9% ¦ τα περι ECM* WH 0.6%
†5:28
γαρ ¦ γαρ εν εαυτη ANT
‡5:28
καν των ιματιων αυτου αψωμαι ¦ εαν αψωμαι καν των ιματιων αυτου ANT CT
§5:29
ευθεως ¦ ευθυς CT
*5:30
ευθεως ¦ ευθυς CT
†5:33
επ ¦ — CT
‡5:34
θυγατερ ¦ θυγατηρ ECM NA SBL WH
§5:36
ευθεως ακουσας ¦ παρακουσας CT
*5:37
οὐδένα αὐτῷ ¦ αὑτῷ οὐδένα ANT ¦ οὐδένα μετ᾽ αὐτοῦ CT
†5:37
πετρον ¦ τον πετρον ECM* NA SBL TH WH
‡5:37
ιωαννην ¦ ιωανην WH
§5:38
ερχεται ¦ ερχονται CT
*5:38
κλαιοντας ¦ και κλαιοντας ANT CT SCR
†5:40
ο ¦ αυτος CT
‡5:40
παντας ¦ απαντας TR
§5:40
ανακειμενον ¦ — CT
*5:41
ταλιθα κουμι 79.8% ¦ ταλιθα (ταλειθα WH) κουμ ECM NA SBL TH 16.2%
†5:41
εγειραι ¦ εγειρε ANT CT
‡5:42
ευθεως ¦ ευθυς CT
§5:42
εξεστησαν 95.6% ¦ εξεστησαν ευθυς ECM NA SBL WH 0.5%
*5:43
γνω ¦ γνοι CT
γαδαρηνων 95% ¦ γεργεσηνων ANT 4% ¦ γερασηνων CT 0.3%
εξελθοντι αυτω ¦ εξελθοντος αυτου ANT CT
ευθεως ¦ ευθυς CT
απηντησεν ¦ υπηντησεν ECM* NA SBL TH WH
κατοικησιν ¦ οικησιν PCK
μνημασι ¦ μνημειοις TR
ουτε αλυσεσιν ¦ ουδε αλυσει ουκετι CT
εδυνατο ¦ ηδυνατο ANT PCK TR
αυτον ισχυε ¦ αυτον ισχυσε PCK ¦ ισχυεν αυτον ANT CT
ορεσι και εν τοις μνημασιν ¦ μνημασι και εν τοις ορεσιν ANT CT PCK
ιδων δε ¦ και ιδων CT
αυτω ¦ αυτον ANT ECM* SBL WH
ειπε ¦ λεγει ANT CT
σοι ονομα ¦ ονομα σοι ANT CT
απεκριθη λεγων ¦ λεγει αυτω CT
λεγεων ¦ λεγιων CT
αυτους αποστειλη ¦ αποστειλη αυτους ANT ¦ αυτα αποστειλη ECM NA SBL WH
προς τω ορει αγελη χοιρων μεγαλη βοσκομενη ¦ προς τα ορη αγελη χοιρων μεγαλη βοσκομενη TR ¦ αγελη χοιρων μεγαλη βοσκομενη προς τω ορει ANT
παντες οι δαιμονες ¦ — CT
ευθεως ο ιησους ¦ — CT
ησαν δε ¦ — CT
δισχιλιοι ¦ δισχειλιοι TH
οι δε ¦ και οι ANT CT
τους χοιρους ¦ αυτους CT
ανηγγειλαν ¦ απηγγειλαν ANT CT
εξηλθον ¦ ηλθον ECM* NA SBL TH WH
και ¦ — CT
λεγεωνα ¦ λεγιωνα CT
διηγησαντο δε ¦ και διηγησαντο ANT CT TR
εμβαντος ¦ εμβαινοντος ANT CT
η μετ αυτου ¦ μετ αυτου η ANT CT
ο δε ιησους ¦ και ANT CT
αναγγειλον ¦ απαγγειλον ECM* NA SBL TH WH
σοι ο κυριος ¦ ο κυριος σοι ECM* NA SBL TH WH
πεποιηκε ¦ εποιησε TR
ιδου ¦ — ANT CT
ιαειρος ¦ ιαιρος ECM NA SBL
παρεκαλει ¦ παρακαλει ECM* NA SBL WH
αυτη τας χειρας ¦ τας χειρας αυτη CT
οπως ¦ ινα ECM* NA SBL TH WH
ζησεται ¦ ζηση ECM* NA SBL TH WH
τις ¦ — CT
ετη δωδεκα ¦ δωδεκα ετη CT
αυτης ¦ εαυτης ANT TR
περι 97.9% ¦ τα περι ECM* WH 0.6%
γαρ ¦ γαρ εν εαυτη ANT
καν των ιματιων αυτου αψωμαι ¦ εαν αψωμαι καν των ιματιων αυτου ANT CT
ευθεως ¦ ευθυς CT
ευθεως ¦ ευθυς CT
επ ¦ — CT
θυγατερ ¦ θυγατηρ ECM NA SBL WH
ευθεως ακουσας ¦ παρακουσας CT
οὐδένα αὐτῷ ¦ αὑτῷ οὐδένα ANT ¦ οὐδένα μετ᾽ αὐτοῦ CT
πετρον ¦ τον πετρον ECM* NA SBL TH WH
ιωαννην ¦ ιωανην WH
ερχεται ¦ ερχονται CT
κλαιοντας ¦ και κλαιοντας ANT CT SCR
ο ¦ αυτος CT
παντας ¦ απαντας TR
ανακειμενον ¦ — CT
ταλιθα κουμι 79.8% ¦ ταλιθα (ταλειθα WH) κουμ ECM NA SBL TH 16.2%
εγειραι ¦ εγειρε ANT CT
ευθεως ¦ ευθυς CT
εξεστησαν 95.6% ¦ εξεστησαν ευθυς ECM NA SBL WH 0.5%
γνω ¦ γνοι CT