10
1 Κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου· καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν· καί, ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.
2Καὶ προσελθόντες Φαρισαῖοι ἐπηρώτησαν αὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. 3Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο Μωσῆς; 4Οἱ δὲ εἶπον, Μωσῆς ἐπέτρεψε βιβλίον ἀποστασίου γράψαι, καὶ ἀπολῦσαι. 5 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 6ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός. 7Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, 8καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ. 9Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
10Καὶ ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν. 11Καὶ λέγει αὐτοῖς, Ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾽ αὐτήν· 12καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται.
13Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. 14Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε, καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16Καὶ ἐναγκαλισάμενος αὐτά, τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά, εὐλόγει αὐτά.
17Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν, προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός. 19Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ, Ἕν σοι ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι, ἄρας τὸν σταυρόν. 22Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
23Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται. 24Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 25 Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς ἑαυτούς, Καὶ τίς δύναται σωθῆναι; 27Ἐμβλέψας δὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾽ οὐ παρὰ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ. 28 Ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. 29 Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, 30ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγρούς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
32Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν· 33ὅτι Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, 34καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
35Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν, ποιήσῃς ἡμῖν. 36Ὁ δὲ εἶπεν αὐτοῖς, Τί θέλετε ποιῆσαί με ὑμῖν; 37Οἱ δὲ εἶπον αὐτῷ, Δὸς ἡμῖν, ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. 38Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39Οἱ δὲ εἶπον αὐτῷ, Δυνάμεθα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· 40τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται. 41Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43Οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν· ἀλλ᾽ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν ἔσται ὑμῶν διάκονος· 44καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος. 45Καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
46Καὶ ἔρχονται εἰς Ἰεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου Βαρτίμαιος ὁ τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, Ὁ υἱὸς Δαυίδ, Ἰησοῦ, ἐλέησόν με. 48Καὶ ἐπετίμων αὐτῷ πολλοί, ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν με. 49Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν αὐτὸν φωνηθῆναι· καὶ φωνοῦσι τὸν τυφλόν, λέγοντες αὐτῷ, Θάρσει· ἔγειραι, φωνεῖ σε. 50Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. 51Καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς, Τί θέλεις ποιήσω σοί; Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, Ῥαββουνί, ἵνα ἀναβλέψω. 52 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε· ἡ πίστις σου σέσωκέ σε. Καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.
Notes
*10:1
κακειθεν ¦ και εκειθεν ANT CT
†10:1
δια του 84.3% ¦ και ECM* NA SBL TH WH 0.7% ¦ — ECM* 13.1%
‡10:1
συμπορευονται ¦ συνπορευονται TH WH
§10:2
προσελθοντες φαρισαιοι 55.4% ¦ προσελθοντες οι φαρισαιοι ANT BYZ TR 42.3% ¦ — SBL 0.2%
*10:2
επηρωτησαν ¦ επηρωτων ANT CT
†10:3
μωσης ¦ μωυσης ANT CT
‡10:4
ειπον ¦ ειπαν CT
§10:4
μωσης επετρεψε ¦ επετρεψε μωυσης ANT CT
*10:5
και αποκριθεις ο ¦ ο δε CT
†10:6
ο θεος ¦ — CT
‡10:7
και προσκολληθησεται προς την γυναικα αυτου ¦ και προσκολληθησεται τη γυναικι αυτου ECM* ¦ — WH
§10:8
μια σαρξ ¦ σαρξ μια PCK
*10:10
εν τη οικια ¦ εις την οικιαν ANT CT
†10:10
αυτου ¦ — ANT CT
‡10:10
του αυτου επηρωτησαν ¦ τουτου επηρωτων ANT CT
§10:11
εαν ¦ αν ANT CT
*10:12
γυνη απολυση τον ανδρα αυτης και γαμηθη αλλω 93.4% ¦ αυτη απολυσασα τον ανδρα αυτης γαμηση αλλον CT 0.4% ¦ γυνη απολυσασα τον ανδρα γαμηθη αλλω ANT 0.2%
†10:13
αψηται αυτων 93.1% ¦ αυτων αψηται ANT CT 6.7%
‡10:13
επετιμων τοις προσφερουσιν ¦ επετιμησαν αυτοις CT
§10:14
μη ¦ και μη ANT TR
*10:15
εαν ¦ αν CT
†10:16
τιθεις τας χειρας επ αυτα ευλογει ¦ τιθεις τας χειρας επ αυτα ηυλογει TR ¦ κατηυλογει τιθεις τας χειρας επ ANT ¦ κατευλογει τιθεις τας χειρας επ CT
‡10:17
εις ¦ τις PCK
§10:19
μοιχευσης μη φονευσης 91.5% ¦ φονευσης μη μοιχευσης ECM NA SBL WH 4.1%
*10:20
αποκριθεις ειπεν ¦ εφη CT
†10:21
σοι ¦ σε ANT CT
‡10:21
υπαγε ¦ ει θελεις τελειος ειναι υπαγε ANT
§10:21
πτωχοις 97% ¦ τοις πτωχοις ECM* NA SBL TH TR WH 2.7%
*10:21
αρας τον σταυρον 95% ¦ αρας τον σταυρον σου ANT 1.8% ¦ — CT 1.5%
†10:24
τους πεποιθοτας επι χρημασιν 91.6% ¦ τους πεποιθοτας επι τοις χρημασιν TR 4% ¦ — CT 0.3%
‡10:25
ευκοπωτερον ¦ ευκοπωτερον γαρ PCK
§10:25
της ¦ — ANT ECM* PCK WH
*10:25
της ¦ — ANT ECM* WH
†10:25
εισελθειν ¦ διελθειν NA SBL SCR TH WH
‡10:26
εαυτους 95.8% ¦ αυτον WH 2.3%
§10:27
δε ¦ — ANT CT
*10:27
θεω ¦ τω θεω TR
†10:27
εστι ¦ — CT
‡10:28
ηρξατο ¦ ηρξατο δε PCK ¦ και ηρξατο TR
§10:28
ο πετρος λεγειν ¦ λεγειν ο πετρος ECM NA SBL WH
*10:28
ηκολουθησαμεν ¦ ηκολουθηκαμεν NA SBL TH WH
†10:29
αποκριθεις ο ιησους ειπεν ¦ αποκριθεις δε ο ιησους ειπεν ANT BYZ HF PCK TR ¦ εφη ο ιησους CT
‡10:29
πατερα η μητερα ¦ μητερα η πατερα CT
§10:29
η γυναικα 96.5% ¦ — CT 1.5%
*10:29
ενεκεν ¦ — BYZ TR
†10:30
μητερας ¦ πατερα και μητερα ANT PCK
‡10:31
εσχατοι ¦ οι εσχατοι BYZ CT TR
§10:32
και ¦ οι δε CT
*10:33
γραμματευσι ¦ τοις γραμματευσι CT PCK TR
†10:34
μαστιγωσουσιν αυτον και εμπτυσουσιν αυτω και αποκτενουσιν αυτον ¦ εμπτυσουσιν αυτω και μαστιγωσουσιν αυτον και αποκτενουσι CT
‡10:34
τη τριτη ημερα 99% ¦ μετα τρεις ημερας CT 0.7%
§10:35
ιωαννης ¦ ιωανης WH
*10:35
οι 67.5% ¦ οι δυο WH 0.2% ¦ — ANT 32.1%
†10:35
λεγοντες ¦ λεγοντες αυτω CT
‡10:35
αιτησωμεν ¦ αιτησωμεν σε CT
§10:36
ποιησαι με 90.2% ¦ ποιησω SBL TH WH 2.5% ¦ με ποιησω ECM NA 0.4%
*10:37
ειπον ¦ ειπαν CT
†10:37
εκ δεξιων σου ¦ σου εκ δεξιων CT
‡10:37
ευωνυμων σου ¦ αριστερων ECM* NA SBL TH WH
§10:38
και ¦ η CT
*10:39
ειπον ¦ ειπαν CT
†10:39
μεν ¦ — CT
‡10:40
και ¦ η CT
§10:40
ευωνυμων ¦ ευωνυμων μου PCK TR
*10:41
ιωαννου ¦ ιωανου WH
†10:42
ο δε ιησους προσκαλεσαμενος αυτους ¦ και προσκαλεσαμενος αυτους ο ιησους CT
‡10:43
εσται 97.5% ¦ εστιν CT 1.6%
§10:43
εαν ¦ αν CT
*10:43
γενεσθαι μεγας ¦ μεγας γενεσθαι CT
†10:43
υμων διακονος ¦ διακονος υμων TR
‡10:44
εαν ¦ αν CT TR
§10:44
υμων γενεσθαι ¦ εν υμιν ειναι CT
*10:46
ιεριχω ¦ ιερειχω TH WH
†10:46
ιεριχω ¦ ιερειχω TH WH
‡10:46
υιος ¦ ο υιος ANT CT
§10:46
ο ¦ — ANT CT
*10:46
εκαθητο παρα την οδον προσαιτων 98.5% ¦ προσαιτης εκαθητο παρα την οδον CT 0.4%
†10:47
ναζωραιος 97.6% ¦ ναζαρηνος CT 1%
‡10:47
ο υιος ¦ υιε ANT CT
§10:47
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
*10:48
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
†10:49
αυτον φωνηθηναι ¦ φωνησατε αυτον ANT CT
‡10:49
εγειραι ¦ εγειρε ANT CT
§10:50
αναστας ¦ αναπηδησας CT
*10:51
λεγει αυτω ο ιησους ¦ αυτω ο ιησους ειπε CT
†10:51
θελεις ποιησω σοι ¦ σοι θελεις ποιησω ANT CT
‡10:51
ραββουνι ¦ ραβουνι PCK ¦ ραββονι TR ¦ ραββουνει WH
§10:52
ο δε ¦ και ο ANT ECM NA SBL WH
*10:52
ευθεως ¦ ευθυς CT
†10:52
ηκολουθει ¦ ηκολουθησε PCK
‡10:52
τω ιησου ¦ αυτω CT
κακειθεν ¦ και εκειθεν ANT CT
δια του 84.3% ¦ και ECM* NA SBL TH WH 0.7% ¦ — ECM* 13.1%
συμπορευονται ¦ συνπορευονται TH WH
προσελθοντες φαρισαιοι 55.4% ¦ προσελθοντες οι φαρισαιοι ANT BYZ TR 42.3% ¦ — SBL 0.2%
επηρωτησαν ¦ επηρωτων ANT CT
μωσης ¦ μωυσης ANT CT
ειπον ¦ ειπαν CT
μωσης επετρεψε ¦ επετρεψε μωυσης ANT CT
και αποκριθεις ο ¦ ο δε CT
ο θεος ¦ — CT
και προσκολληθησεται προς την γυναικα αυτου ¦ και προσκολληθησεται τη γυναικι αυτου ECM* ¦ — WH
μια σαρξ ¦ σαρξ μια PCK
εν τη οικια ¦ εις την οικιαν ANT CT
αυτου ¦ — ANT CT
του αυτου επηρωτησαν ¦ τουτου επηρωτων ANT CT
εαν ¦ αν ANT CT
γυνη απολυση τον ανδρα αυτης και γαμηθη αλλω 93.4% ¦ αυτη απολυσασα τον ανδρα αυτης γαμηση αλλον CT 0.4% ¦ γυνη απολυσασα τον ανδρα γαμηθη αλλω ANT 0.2%
αψηται αυτων 93.1% ¦ αυτων αψηται ANT CT 6.7%
επετιμων τοις προσφερουσιν ¦ επετιμησαν αυτοις CT
μη ¦ και μη ANT TR
εαν ¦ αν CT
τιθεις τας χειρας επ αυτα ευλογει ¦ τιθεις τας χειρας επ αυτα ηυλογει TR ¦ κατηυλογει τιθεις τας χειρας επ ANT ¦ κατευλογει τιθεις τας χειρας επ CT
εις ¦ τις PCK
μοιχευσης μη φονευσης 91.5% ¦ φονευσης μη μοιχευσης ECM NA SBL WH 4.1%
αποκριθεις ειπεν ¦ εφη CT
σοι ¦ σε ANT CT
υπαγε ¦ ει θελεις τελειος ειναι υπαγε ANT
πτωχοις 97% ¦ τοις πτωχοις ECM* NA SBL TH TR WH 2.7%
αρας τον σταυρον 95% ¦ αρας τον σταυρον σου ANT 1.8% ¦ — CT 1.5%
τους πεποιθοτας επι χρημασιν 91.6% ¦ τους πεποιθοτας επι τοις χρημασιν TR 4% ¦ — CT 0.3%
ευκοπωτερον ¦ ευκοπωτερον γαρ PCK
της ¦ — ANT ECM* PCK WH
της ¦ — ANT ECM* WH
εισελθειν ¦ διελθειν NA SBL SCR TH WH
εαυτους 95.8% ¦ αυτον WH 2.3%
δε ¦ — ANT CT
θεω ¦ τω θεω TR
εστι ¦ — CT
ηρξατο ¦ ηρξατο δε PCK ¦ και ηρξατο TR
ο πετρος λεγειν ¦ λεγειν ο πετρος ECM NA SBL WH
ηκολουθησαμεν ¦ ηκολουθηκαμεν NA SBL TH WH
αποκριθεις ο ιησους ειπεν ¦ αποκριθεις δε ο ιησους ειπεν ANT BYZ HF PCK TR ¦ εφη ο ιησους CT
πατερα η μητερα ¦ μητερα η πατερα CT
η γυναικα 96.5% ¦ — CT 1.5%
ενεκεν ¦ — BYZ TR
μητερας ¦ πατερα και μητερα ANT PCK
εσχατοι ¦ οι εσχατοι BYZ CT TR
και ¦ οι δε CT
γραμματευσι ¦ τοις γραμματευσι CT PCK TR
μαστιγωσουσιν αυτον και εμπτυσουσιν αυτω και αποκτενουσιν αυτον ¦ εμπτυσουσιν αυτω και μαστιγωσουσιν αυτον και αποκτενουσι CT
τη τριτη ημερα 99% ¦ μετα τρεις ημερας CT 0.7%
ιωαννης ¦ ιωανης WH
οι 67.5% ¦ οι δυο WH 0.2% ¦ — ANT 32.1%
λεγοντες ¦ λεγοντες αυτω CT
αιτησωμεν ¦ αιτησωμεν σε CT
ποιησαι με 90.2% ¦ ποιησω SBL TH WH 2.5% ¦ με ποιησω ECM NA 0.4%
ειπον ¦ ειπαν CT
εκ δεξιων σου ¦ σου εκ δεξιων CT
ευωνυμων σου ¦ αριστερων ECM* NA SBL TH WH
και ¦ η CT
ειπον ¦ ειπαν CT
μεν ¦ — CT
και ¦ η CT
ευωνυμων ¦ ευωνυμων μου PCK TR
ιωαννου ¦ ιωανου WH
ο δε ιησους προσκαλεσαμενος αυτους ¦ και προσκαλεσαμενος αυτους ο ιησους CT
εσται 97.5% ¦ εστιν CT 1.6%
εαν ¦ αν CT
γενεσθαι μεγας ¦ μεγας γενεσθαι CT
υμων διακονος ¦ διακονος υμων TR
εαν ¦ αν CT TR
υμων γενεσθαι ¦ εν υμιν ειναι CT
ιεριχω ¦ ιερειχω TH WH
ιεριχω ¦ ιερειχω TH WH
υιος ¦ ο υιος ANT CT
ο ¦ — ANT CT
εκαθητο παρα την οδον προσαιτων 98.5% ¦ προσαιτης εκαθητο παρα την οδον CT 0.4%
ναζωραιος 97.6% ¦ ναζαρηνος CT 1%
ο υιος ¦ υιε ANT CT
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
αυτον φωνηθηναι ¦ φωνησατε αυτον ANT CT
εγειραι ¦ εγειρε ANT CT
αναστας ¦ αναπηδησας CT
λεγει αυτω ο ιησους ¦ αυτω ο ιησους ειπε CT
θελεις ποιησω σοι ¦ σοι θελεις ποιησω ANT CT
ραββουνι ¦ ραβουνι PCK ¦ ραββονι TR ¦ ραββουνει WH
ο δε ¦ και ο ANT ECM NA SBL WH
ευθεως ¦ ευθυς CT
ηκολουθει ¦ ηκολουθησε PCK
τω ιησου ¦ αυτω CT