1Ἐν ἐκείναις ταῖς ἡμέραις, παμπόλλου ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς, 2Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι· 3καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν μακρόθεν ἥκουσι. 4Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας; 5Καὶ ἐπηρώτα αὐτούς, Πόσους ἔχετε ἄρτους; Οἱ δὲ εἶπον, Ἑπτά. 6Καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παραθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ. 7Καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας εἶπε παραθεῖναι καὶ αὐτά. 8 Ἔφαγον δέ, καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. 9Ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. 10Καὶ εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; Ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13Καὶ ἀφεὶς αὐτούς, ἐμβὰς πάλιν εἰς πλοῖον, ἀπῆλθεν εἰς τὸ πέραν.
14Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15Καὶ διεστέλλετο αὐτοῖς, λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16Καὶ διελογίζοντο πρὸς ἀλλήλους, λέγοντες ὅτι Ἄρτους οὐκ ἔχομεν. 17Καὶ γνοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; Ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε; 19Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους πλήρεις κλασμάτων ἤρατε; Λέγουσιν αὐτῷ, Δώδεκα. 20Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; Οἱ δὲ εἶπον, Ἑπτά. 21Καὶ ἔλεγεν αὐτοῖς, Πῶς οὐ συνίετε;
22Καὶ ἔρχεται εἰς Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι βλέπει. 24Καὶ ἀναβλέψας ἔλεγε, Βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. 25Εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψε τηλαυγῶς ἅπαντας. 26Καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.
27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28Οἱ δὲ ἀπεκρίθησαν, Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι Ἠλίαν· ἄλλοι δὲ ἕνα τῶν προφητῶν. 29Καὶ αὐτὸς λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός. 30Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.
31Καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ. 33Ὁ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησε τῷ Πέτρῳ, λέγων, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. 36Τί γὰρ ὠφελήσει ἄνθρωπον, ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37 Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38Ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Notes


*8:1 παμπολλου 95.5% ¦ παλιν πολλου ANT CT 3.4%

8:1 ο ιησους ¦ — CT

8:1 αυτου ¦ — ECM* NA SBL TH WH

§8:2 ημεραι ¦ ημερας BYZ PCK TR

*8:3 νηστεις ¦ νηστις PCK

8:3 τινες γαρ ¦ και τινες CT

8:3 μακροθεν ¦ απο μακροθεν ANT CT

§8:3 ηκουσι ¦ ηκασι ANT ECM NA SBL TH TR ¦ εισι WH

*8:4 αυτου ¦ αυτου οτι CT

8:5 επηρωτα ¦ ηρωτα CT

8:5 ειπον ¦ ειπαν CT

§8:6 παρηγγειλε ¦ παραγγελλει CT

*8:6 ευχαριστησας ¦ και ευχαριστησας PCK

8:6 παραθωσι ¦ παρατιθωσι ANT CT

8:7 ειχον ¦ ειχαν TH WH

§8:7 ευλογησας 79.6% ¦ αυτα ευλογησας ANT 7.7% ¦ ευλογησας αυτα CT 2.2%

*8:7 παραθειναι και αυτα ¦ παραθηναι και αυτα BYZ ¦ παρατιθεναι και αυτα ANT ¦ και ταυτα παρατιθεναι CT

8:8 εφαγον δε ¦ και εφαγον CT

8:8 σπυριδας ¦ σφυριδας WH

§8:9 οι φαγοντες ¦ — ANT CT

*8:9 τετρακισχιλιοι ¦ τετρακισχειλιοι TH

8:10 ευθεως εμβας ¦ εμβας ευθυς ANT ¦ ευθυς εμβας CT

8:11 συζητειν ¦ συνζητειν TH WH

§8:12 σημειον επιζητει ¦ ζητει σημειον CT

*8:12 υμιν 99.5% ¦ — WH 0.3%

8:13 εμβας παλιν ¦ παλιν εμβας CT ¦ — ANT

8:13 εις πλοιον 61.9% ¦ εις το πλοιον ANT BYZ TH TR 37.4% ¦ — ECM NA SBL WH 0.4%

§8:13 εις το περαν ¦ παλιν ANT

*8:14 επελαθοντο ¦ επελαθοντο οι μαθηται αυτου PCK ¦ επελαθοντο οι μαθηται SCR

8:16 λεγοντες οτι αρτους ουκ εχομεν ¦ οτι αρτους ουκ εχουσι CT

8:17 ο ιησους 98.2% ¦ — ECM* NA SBL TH WH 0.4%

§8:17 ετι ¦ — CT

*8:19 πεντακισχιλιους ¦ πεντακισχειλιους TH

8:19 ποσους ¦ και ποσους ANT

8:19 πληρεις κλασματων ¦ κλασματων πληρεις ANT CT

§8:20 δε 95.7% ¦ και ECM* SBL 0.4% ¦ — ECM* NA WH 1.3%

*8:20 τετρακισχιλιους ¦ τετρακισχειλιους TH

8:20 σπυριδων ¦ σφυριδων WH

8:20 οι δε ειπον (ειπαν TH) 98.2% ¦ και λεγουσιν αυτω ECM* NA SBL WH 1.1%

§8:21 ελεγεν ¦ λεγει PCK

*8:21 πως ου ¦ πως ουπω PCK TH ¦ ουπω ANT ECM NA SBL WH

8:22 ερχεται ¦ ερχονται CT

8:22 βηθσαιδαν 72.9% ¦ βηθσαιδα ANT SCR 25.3%

§8:23 εξηγαγεν 98.1% ¦ εξηνεγκεν CT 1%

*8:23 βλεπει 98.2% ¦ βλεπεις CT 0.7%

8:24 οτι ως δενδρα ορω ¦ ως δενδρα ANT SCR

8:25 επεθηκε 98.6% ¦ εθηκε WH 0.4%

§8:25 εποιησεν αυτον αναβλεψαι ¦ διεβλεψε CT

*8:25 αποκατεσταθη ¦ απεκατεστη CT

8:25 ενεβλεψε ¦ ανεβλεψε BYZ HF ¦ ενεβλεπε CT

8:25 απαντας ¦ απαντα CT

§8:26 τον ¦ — BYZ CT

*8:26 μηδε ειπης τινι εν τη κωμη 93.6% ¦ — ECM NA SBL WH 0.6%

8:27 καισαρειας ¦ καισαριας WH

8:28 απεκριθησαν ¦ ειπαν αυτω λεγοντες οτι ECM* NA SBL WH ¦ ειπαν αυτω λεγοντες ECM* TH

§8:28 ιωαννην ¦ ιωανην WH

*8:28 ηλιαν ¦ ηλειαν WH

8:28 ενα ¦ οτι εις CT

8:29 λεγει αυτοις ¦ επηρωτα αυτους ECM* NA SBL TH WH

§8:29 δε ¦ — CT

*8:31 απο ¦ υπο CT

8:31 των ¦ — TR

8:31 των ¦ — TR

§8:32 αυτον ο πετρος ¦ ο πετρος αυτον ECM NA SBL WH

*8:33 τω ¦ — CT

8:33 λεγων ¦ και λεγει CT

8:34 οστις ¦ ει τις ECM* NA SBL TH WH

§8:34 ακολουθειν ¦ ελθειν SBL TR WH

*8:35 αν ¦ εαν CT

8:35 ψυχην αυτου 99.6% ¦ εαυτου ψυχην WH 0.3%

8:35 απολεση ¦ απολεσει NA SBL TH WH

§8:35 ἑαυτοῦ ψυχὴν ¦ ψυχὴν αὐτοῦ CT PCK TR

*8:35 ουτος ¦ — CT

8:36 ωφελησει ¦ ωφελει ECM* NA SBL TH WH

8:36 ανθρωπον ¦ τον ανθρωπον TH

§8:36 εαν κερδηση τον κοσμον ολον και ζημιωθη ¦ κερδησαι τον κοσμον ολον και ζημιωθηναι CT

*8:37 η τι ¦ τι γαρ CT

8:37 δωσει ¦ δοι CT

8:38 εαν ¦ αν BYZ TR