1Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλήμ, εἰς Βηθσφαγὴ καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, 2καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε. 3Καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει· καὶ εὐθέως αὐτὸν ἀποστέλλει ὧδε. 4 Ἀπῆλθον δὲ καὶ εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. 5Καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον; 6Οἱ δὲ εἶπον αὐτοῖς καθὼς ἐνετείλατο ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. 7Καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν· καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ αὐτῷ. 8 Πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν· ἄλλοι δὲ στοιβάδας ἔκοπτον ἐκ τῶν δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν. 9Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες,
Ὡσαννά·
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
10Εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν Δαυίδ.
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
12Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασε. 13Καὶ ἰδὼν συκῆν μακρόθεν, ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾽ αὐτήν, οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων. 14Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι. Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
15Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε· 16καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ. 17Καὶ ἐδίδασκε, λέγων αὐτοῖς, Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; Ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν. 18Καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 19Καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως.
20Καὶ πρωῒ παραπορευόμενοι, εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. 22Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς, Ἔχετε πίστιν Θεοῦ. 23Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγει γίνεται· ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. 24Διὰ τοῦτο λέγω ὑμῖν, Πάντα ὅσα ἂν προσευχόμενοι αἰτῆσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. 25Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος· ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. 26 Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.
27Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι, 28καὶ λέγουσιν αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇς; 29Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑμᾶς καὶ ἐγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 30Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; Ἀποκρίθητέ μοι. 31Καὶ ἐλογίζοντο πρὸς ἑαυτούς, λέγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 32 Ἀλλ᾽ εἴπωμεν, Ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν λαόν· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην, ὅτι ὄντως προφήτης ἦν. 33Καὶ ἀποκριθέντες λέγουσι τῷ Ἰησοῦ, Οὐκ οἴδαμεν. Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Notes


*11:1 ιερουσαλημ ¦ ιεροσολυμα CT

11:1 βηθσφαγη ¦ βηθφαγη BYZ CT TR

11:2 ευθεως ¦ ευθυς CT

§11:2 ανθρωπων κεκαθικε ¦ ουπω ανθρωπων εκαθισε CT

*11:2 λυσαντες αυτον αγαγετε ¦ λυσατε αυτον και φερετε CT

11:3 οτι ¦ — NA WH

11:3 ευθεως ¦ ευθυς CT

§11:3 αποστελλει ¦ αποστελει TR ¦ αποστελλει παλιν ANT ECM* NA SBL TH WH

*11:4 απηλθον δε ¦ και απηλθον CT

11:4 πωλον ¦ τον πωλον ANT BYZ PCK TR

11:4 την ¦ — CT

§11:5 εστηκοτων ¦ εστωτων PCK

*11:6 ειπον ¦ ειπαν ECM NA SBL WH

11:6 ενετειλατο ¦ ειπεν CT

11:7 ηγαγον ¦ φερουσι CT

§11:7 επεβαλον ¦ επιβαλλουσιν CT

*11:7 αυτω ¦ αυτον CT

11:8 πολλοι δε ¦ και πολλοι CT

11:8 στοιβαδας ¦ στιβαδας CT

§11:8 εκοπτον εκ των δενδρων και εστρωννυον εις την οδον 77.7% ¦ κοψαντες εκ των αγρων CT 0.4%

*11:9 λεγοντες ¦ — CT

11:10 εν ονοματι κυριου ¦ — CT

11:10 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH

§11:11 ο ιησους και ¦ — CT

*11:11 οψιας ¦ οψε SBL WH

11:13 μακροθεν ¦ απο μακροθεν ANT ECM* NA SBL TH WH

11:13 ευρησει τι ¦ τι ευρησει ANT CT

§11:13 ου γαρ ην καιρος ¦ ο γαρ καιρος ουκ ην CT

*11:14 ο ιησους ¦ — ANT CT

11:14 εκ σου εις τον αιωνα ¦ εις τον αιωνα εκ σου CT

11:14 φαγοι ¦ φαγη PCK

§11:15 ερχονται ¦ ερχονται παλιν ANT

*11:15 ο ιησους ¦ — CT

11:15 αγοραζοντας ¦ τους αγοραζοντας ANT CT

11:17 λεγων ¦ και ελεγεν CT

§11:17 αυτοις ¦ — WH

*11:17 εποιησατε αυτον ¦ αυτον εποιησατε ANT ¦ πεποιηκατε αυτον CT

11:18 γραμματεις και οι αρχιερεις ¦ γραμματεις και οι φαρισαιοι και οι αρχιερεις ANT ¦ αρχιερεις και οι γραμματεις CT

11:18 απολεσωσιν ¦ απολεσουσιν PCK TR

§11:18 οτι πας ¦ πας γαρ CT

*11:19 οτε ¦ οταν CT

11:19 εξεπορευετο ¦ εξεπορευοντο ECM* NA SBL WH

11:20 πρωι παραπορευομενοι ¦ παραπορευομενοι πρωι ANT CT

§11:21 ραββι ¦ ραββει TH WH

*11:22 ο ¦ — TR

11:23 γαρ ¦ — NA SBL TH WH

11:23 πιστευση οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη 93.2% ¦ πιστευη οτι ο λαλει γινεται (γεινεται TH) εσται αυτω ECM NA SBL WH 0.3% ¦ πιστευσει οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη ANT 0%

§11:24 αν προσευχομενοι αιτησθε ¦ αν προσευχομενοι αιτεισθε ANT BYZ TR ¦ προσευχεσθε και αιτεισθε CT

*11:24 λαμβανετε 97.7% ¦ ελαβετε CT 0.7%

11:25 στηκητε ¦ στηκετε ECM* NA SBL TH WH

11:26 ει δε υμεις ουκ αφιετε ουδε ο πατηρ υμων ο εν τοις ουρανοις αφησει τα παραπτωματα υμων ¦ ει δε υμεις ουκ αφιετε ουδε ο πατηρ υμων αφησει τα παραπτωματα υμων ANT ¦ — NA SBL TH WH [Note: ECM encloses this text with double brackets.]

§11:28 λεγουσιν ¦ ελεγον CT

*11:28 και ¦ η ANT CT

11:28 την εξουσιαν ταυτην εδωκεν ¦ εδωκε την εξουσιαν ταυτην ANT CT

11:29 αποκριθεις ¦ — CT

§11:29 και εγω ¦ καγω ANT TR ¦ — CT

*11:30 ιωαννου ¦ το ιωαννου ECM NA SBL TH ¦ το ιωανου WH

11:30 αποκριθητε μοι ¦ — PCK

11:31 ελογιζοντο ¦ διελογιζοντο CT

§11:31 εαν ¦ τι ειπωμεν εαν SBL

*11:32 αλλ ¦ αλλ εαν TR ¦ αλλα ANT NA27 SBL TH WH

11:32 λαον 95.1% ¦ οχλον NA SBL TH WH 4.6%

11:32 ιωαννην ¦ ιωανην WH

§11:32 οτι οντως 91.3% ¦ οτι ANT 3.2% ¦ οντως οτι CT 1%

*11:33 λεγουσι τω ιησου ¦ τω ιησου λεγουσιν CT

11:33 αποκριθεις ¦ — CT