2
1Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν· 2Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον σου, καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναι καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς, 3καὶ ὑπομονὴν ἔχεις καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου καὶ οὐκ ἐκοπίασας. 4 Ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας. 5Μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. 6Ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. 7Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου.
8Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν· 9Οἶδά σου τὰ ἔργα καὶ τὴν θλίψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ· καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. 10 Μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν· ἰδοὺ δή, μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακήν, ἵνα πειρασθῆτε· καὶ ἕξετε θλίψιν ἡμερῶν δέκα. Γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. 11Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
12Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· 13Οἶδα τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου ἐν ταῖς ἡμέραις ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου, ὁ πιστός, ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ. 14 Ἀλλ᾽ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδαξε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, καὶ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. 15Οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως. 16Μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. 17Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
18Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον, Τάδε λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· 19Οἶδά σου τὰ ἔργα, καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, τὰ ἔσχατα πλείονα τῶν πρώτων. 20 Ἀλλ᾽ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν γυναῖκά σου Ἰεζάβελ, ἣ λέγει ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. 21Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. 22Ἰδού, βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλίψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς. 23Καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας· καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. 24Ὑμῖν δὲ λέγω, τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐφ᾽ ὑμᾶς ἄλλο βάρος. 25Πλὴν ὃ ἔχετε κρατήσατε, ἄχρις οὗ ἂν ἥξω. 26Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν· 27καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικά, συντριβήσεται· ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου· 28καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. 29Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Notes
*2:1
της ¦ τω WH
†2:1
εν εφεσω ¦ εφεσινης TR
‡2:1
χρυσων ¦ χρυσεων TH
§2:2
σου 68.5% ¦ — CT PCK 30%
*2:2
επειρασας ¦ επειρασω TR
†2:2
λεγοντας εαυτους ¦ φασκοντας TR
‡2:2
αποστολους ειναι 84.8% ¦ ειναι αποστολους TR 5.8% ¦ αποστολους CT 4.7%
§2:3
υπομονην εχεις και εβαστασας ¦ εβαστασας και υπομονην εχεις BYZ PCK TR
*2:3
δια ¦ και δια TR
†2:3
και ουκ εκοπιασας 68.1% ¦ και ου κεκοπιακας ANT 7.8% ¦ κεκοπιακας και ου κεκμηκας TR 3.9% ¦ και ου κεκοπιακες CT 1.2%
‡2:4
αλλα ¦ αλλ Αν BYZ NA28 TR
§2:4
αφηκας ¦ αφηκες CT
*2:5
πεπτωκας ¦ εκπεπτωκας Αν BYZ PCK TR ¦ πεπτωκες WH
†2:5
ταχυ 91.8% ¦ ταχει ST 2.7% ¦ — CT 5.1%
‡2:7
αυτω ¦ — PCK
§2:7
τω παραδεισω ¦ μεσω του παραδεισου Αν BYZ PCK TR
*2:7
μου ¦ — Αν CT TR
†2:8
της ¦ τω WH
‡2:8
εν σμυρνη εκκλησιας ¦ εκκλησιας σμυρναιων TR
§2:8
ος ¦ — K
*2:9
τα εργα και 94.1% ¦ — CT 4.3%
†2:9
αλλα πλουσιος ¦ πλουσιος δε TR
‡2:9
εκ 52.9% ¦ — BYZ PCK TR 42.7%
§2:10
μηδεν ¦ μη WH
*2:10
παθειν ¦ πασχειν Αν BYZ CT PCK TR
†2:10
δη ¦ — Αν BYZ CT TR
‡2:10
βαλειν ¦ βαλλειν CT
§2:10
ο διαβολος εξ υμων ¦ εξ υμων ο διαβολος TR
*2:10
εξετε ¦ εχητε WH
†2:10
ημερων ¦ ημερας K ANT BYZ HF
‡2:13
τα εργα σου και 87% ¦ — CT 5.5%
§2:13
εν 91.8% ¦ και εν ANT CT TR 8.2%
*2:13
εν αις 47.3% ¦ αις K ANT BYZ HF 43.4% ¦ — CT 2.7%
†2:13
πιστος 85.5% ¦ πιστος μου NA SBL WH 2.7%
‡2:13
ο σατανας κατοικει ¦ κατοικει ο σατανας TR
§2:14
αλλ ¦ αλλα K ANT BYZ HF SBL WH
*2:14
εδιδαξε ¦ εδιδασκε(ν) Αν CT TR
†2:14
τον ¦ εν τω ST ¦ τω CT
‡2:14
και ¦ — Αν BYZ CT PCK TR
§2:15
των ¦ — K BYZ HF SBL WH
*2:15
ομοιως ¦ ο μισω TR
†2:16
ουν ¦ — Αν BYZ PCK TH TR
‡2:17
του ¦ φαγειν απο του Αν BYZ PCK TR
§2:17
οιδεν ¦ εγνω TR
*2:18
της ¦ τω WH
†2:19
πιστιν και την διακονιαν ¦ διακονιαν και την πιστιν TR
‡2:19
τα ¦ και τα TR
§2:20
αλλ ¦ αλλα K ANT BYZ HF NA27 SBL WH
*2:20
οτι ¦ ολιγα οτι ANT TR
†2:20
αφεις … και διδασκει και πλανα τους ¦ εας … διδασκειν και πλανασθαι TR
‡2:20
σου 70% ¦ — CT TR 27.2%
§2:20
ιεζαβελ ¦ ιεζαβηλ TR
*2:20
η λεγει 71.3% ¦ την λεγουσαν TR 23.1% ¦ η λεγουσα CT 2.4%
†2:20
φαγειν ειδωλοθυτα ¦ ειδωλοθυτα φαγειν TR
‡2:21
και ου θελει μετανοησαι εκ της πορνειας αυτης ¦ εκ της πορνειας αυτης και ου μετενοησεν TR
§2:22
βαλλω ¦ εγω βαλλω TR
*2:22
μετανοησωσιν ¦ μετανοησουσιν WH
†2:22
αυτης ¦ αυτων TR
‡2:23
ερευνων ¦ εραυνων CT
§2:24
τοις ¦ και TR
*2:24
οιτινες ¦ και οιτινες TR
†2:24
βαθεα ¦ βαθη Αν TR
‡2:24
βαλλω 68.6% ¦ βαλω PCK TR 27.9%
§2:25
αν ηξω ¦ ανοιξω K
*2:27
συντριβησεται 78.6% ¦ συντριβεται CT TR 17.1%
της ¦ τω WH
εν εφεσω ¦ εφεσινης TR
χρυσων ¦ χρυσεων TH
σου 68.5% ¦ — CT PCK 30%
επειρασας ¦ επειρασω TR
λεγοντας εαυτους ¦ φασκοντας TR
αποστολους ειναι 84.8% ¦ ειναι αποστολους TR 5.8% ¦ αποστολους CT 4.7%
υπομονην εχεις και εβαστασας ¦ εβαστασας και υπομονην εχεις BYZ PCK TR
δια ¦ και δια TR
και ουκ εκοπιασας 68.1% ¦ και ου κεκοπιακας ANT 7.8% ¦ κεκοπιακας και ου κεκμηκας TR 3.9% ¦ και ου κεκοπιακες CT 1.2%
αλλα ¦ αλλ Αν BYZ NA28 TR
αφηκας ¦ αφηκες CT
πεπτωκας ¦ εκπεπτωκας Αν BYZ PCK TR ¦ πεπτωκες WH
ταχυ 91.8% ¦ ταχει ST 2.7% ¦ — CT 5.1%
αυτω ¦ — PCK
τω παραδεισω ¦ μεσω του παραδεισου Αν BYZ PCK TR
μου ¦ — Αν CT TR
της ¦ τω WH
εν σμυρνη εκκλησιας ¦ εκκλησιας σμυρναιων TR
ος ¦ — K
τα εργα και 94.1% ¦ — CT 4.3%
αλλα πλουσιος ¦ πλουσιος δε TR
εκ 52.9% ¦ — BYZ PCK TR 42.7%
μηδεν ¦ μη WH
παθειν ¦ πασχειν Αν BYZ CT PCK TR
δη ¦ — Αν BYZ CT TR
βαλειν ¦ βαλλειν CT
ο διαβολος εξ υμων ¦ εξ υμων ο διαβολος TR
εξετε ¦ εχητε WH
ημερων ¦ ημερας K ANT BYZ HF
τα εργα σου και 87% ¦ — CT 5.5%
εν 91.8% ¦ και εν ANT CT TR 8.2%
εν αις 47.3% ¦ αις K ANT BYZ HF 43.4% ¦ — CT 2.7%
πιστος 85.5% ¦ πιστος μου NA SBL WH 2.7%
ο σατανας κατοικει ¦ κατοικει ο σατανας TR
αλλ ¦ αλλα K ANT BYZ HF SBL WH
εδιδαξε ¦ εδιδασκε(ν) Αν CT TR
τον ¦ εν τω ST ¦ τω CT
και ¦ — Αν BYZ CT PCK TR
των ¦ — K BYZ HF SBL WH
ομοιως ¦ ο μισω TR
ουν ¦ — Αν BYZ PCK TH TR
του ¦ φαγειν απο του Αν BYZ PCK TR
οιδεν ¦ εγνω TR
της ¦ τω WH
πιστιν και την διακονιαν ¦ διακονιαν και την πιστιν TR
τα ¦ και τα TR
αλλ ¦ αλλα K ANT BYZ HF NA27 SBL WH
οτι ¦ ολιγα οτι ANT TR
αφεις … και διδασκει και πλανα τους ¦ εας … διδασκειν και πλανασθαι TR
σου 70% ¦ — CT TR 27.2%
ιεζαβελ ¦ ιεζαβηλ TR
η λεγει 71.3% ¦ την λεγουσαν TR 23.1% ¦ η λεγουσα CT 2.4%
φαγειν ειδωλοθυτα ¦ ειδωλοθυτα φαγειν TR
και ου θελει μετανοησαι εκ της πορνειας αυτης ¦ εκ της πορνειας αυτης και ου μετενοησεν TR
βαλλω ¦ εγω βαλλω TR
μετανοησωσιν ¦ μετανοησουσιν WH
αυτης ¦ αυτων TR
ερευνων ¦ εραυνων CT
τοις ¦ και TR
οιτινες ¦ και οιτινες TR
βαθεα ¦ βαθη Αν TR
βαλλω 68.6% ¦ βαλω PCK TR 27.9%
αν ηξω ¦ ανοιξω K
συντριβησεται 78.6% ¦ συντριβεται CT TR 17.1%