10
1Καὶ εἶδον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός· 2καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλίον ἀνεῳγμένον· καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς, 3καὶ ἔκραξε φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται· καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. 4Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς. 5Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν, 6καὶ ὤμοσε τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται· 7 ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ Θεοῦ, ὡς εὐηγγέλισε τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.
8Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσα μετ᾽ ἐμοῦ, καὶ λέγουσα, Ὕπαγε, λάβε τὸ βιβλιδάριον τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. 9Καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ δοῦναί μοι τὸ βιβλιδάριον. Καὶ λέγει μοι, Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾽ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. 10Καὶ ἔλαβον τὸ βιβλίον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι, γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου. 11Καὶ λέγουσί μοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἐπὶ ἔθνεσι καὶ γλώσσαις καὶ βασιλεῦσι πολλοῖς.
Notes
*10:1
αγγελον ¦ αλλον αγγελον ANT CT TR
†10:1
η ¦ — TR
‡10:1
της κεφαλης ¦ την κεφαλην SBL WH
§10:1
αυτου ¦ — TR
*10:2
εχων ¦ ειχεν Αν BYZ PCK TR
†10:2
βιβλιον ¦ βιβλιδαριον BYZ PCK ¦ βιβλαριδιον CT TR
‡10:2
ανεωγμενον ¦ ηνεωγμενον CT
§10:2
της θαλασσης ¦ την θαλασσαν TR
*10:2
της γης ¦ την γην TR
†10:4
βρονται ¦ βρονται τας φωνας εαυτων TR
‡10:4
εμελλον ¦ ημελλον CT
§10:4
λεγουσαν ¦ λεγουσαν μοι TR
*10:4
μη αυτα γραψης ¦ μετα ταυτα γραφεις PCK ¦ μη ταυτα γραψης TR
†10:5
την δεξιαν ¦ — TR
‡10:6
τω ¦ εν τω ANT BYZ NA PCK TH TR WH
§10:6
ουκετι εσται ¦ ουκ εσται ετι TR
*10:7
αλλ ¦ αλλα TR
†10:7
και ετελεσθη ¦ και τελεσθη Αν BYZ TR ¦ τελεσθη PCK
‡10:7
ως ευηγγελισε ¦ ο ευηγγελισατο PCK
§10:7
τους δουλους αυτου τους προφητας ¦ τοις εαυτου δουλοις τοις προφηταις TR ¦ τους εαυτου δουλους τους προφητας CT
*10:8
λαλουσα ¦ λαλουσαν CT
†10:8
λεγουσα ¦ λεγουσαν CT
‡10:8
βιβλιδαριον ¦ βιβλαριδιον TR ¦ βιβλιον CT
§10:8
ανεωγμενον ¦ ηνεωγμενον CT TR
*10:8
του ¦ — TR
†10:9
απηλθον ¦ απηλθα ANT CT
‡10:9
δουναι ¦ δος Αν BYZ PCK TR
§10:9
βιβλιδαριον ¦ βιβλαριδιον CT TR
*10:10
βιβλιον ¦ βιβλιδαριον BYZ PCK ¦ βιβλαριδιον CT TR
†10:11
λεγουσι ¦ λεγει Αν BYZ PCK TR
‡10:11
επι ¦ — ANT CT TR
αγγελον ¦ αλλον αγγελον ANT CT TR
η ¦ — TR
της κεφαλης ¦ την κεφαλην SBL WH
αυτου ¦ — TR
εχων ¦ ειχεν Αν BYZ PCK TR
βιβλιον ¦ βιβλιδαριον BYZ PCK ¦ βιβλαριδιον CT TR
ανεωγμενον ¦ ηνεωγμενον CT
της θαλασσης ¦ την θαλασσαν TR
της γης ¦ την γην TR
βρονται ¦ βρονται τας φωνας εαυτων TR
εμελλον ¦ ημελλον CT
λεγουσαν ¦ λεγουσαν μοι TR
μη αυτα γραψης ¦ μετα ταυτα γραφεις PCK ¦ μη ταυτα γραψης TR
την δεξιαν ¦ — TR
τω ¦ εν τω ANT BYZ NA PCK TH TR WH
ουκετι εσται ¦ ουκ εσται ετι TR
αλλ ¦ αλλα TR
και ετελεσθη ¦ και τελεσθη Αν BYZ TR ¦ τελεσθη PCK
ως ευηγγελισε ¦ ο ευηγγελισατο PCK
τους δουλους αυτου τους προφητας ¦ τοις εαυτου δουλοις τοις προφηταις TR ¦ τους εαυτου δουλους τους προφητας CT
λαλουσα ¦ λαλουσαν CT
λεγουσα ¦ λεγουσαν CT
βιβλιδαριον ¦ βιβλαριδιον TR ¦ βιβλιον CT
ανεωγμενον ¦ ηνεωγμενον CT TR
του ¦ — TR
απηλθον ¦ απηλθα ANT CT
δουναι ¦ δος Αν BYZ PCK TR
βιβλιδαριον ¦ βιβλαριδιον CT TR
βιβλιον ¦ βιβλιδαριον BYZ PCK ¦ βιβλαριδιον CT TR
λεγουσι ¦ λεγει Αν BYZ PCK TR
επι ¦ — ANT CT TR