1Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας. 2Καὶ τὸ θηρίον, ὃ εἶδον, ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος· καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, καὶ ἐξουσίαν μεγάλην. 3Καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡσεὶ ἐσφαγμένην εἰς θάνατον· καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη· καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου· 4καὶ προσεκύνησαν τῷ δράκοντι τῷ δεδωκότι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ, λέγοντες, Τίς ὅμοιος τῷ θηρίῳ; Καὶ τίς δυνατὸς πολεμῆσαι μετ᾽ αὐτοῦ;
5Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν· καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον ποιῆσαι μῆνας τεσσαράκοντα δύο. 6Καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. 7Καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων, καὶ νικῆσαι αὐτούς· καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. 8Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. 9Εἴ τις ἔχει οὖς, ἀκουσάτω.
10Εἴ τις ἔχει αἰχμαλωσίαν,
ὑπάγει·
εἴ τις ἐν μαχαίρᾳ ἀποκτενεῖ,
δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι.
Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
11Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. 12Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. Καὶ ἐποίει τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. 13Καὶ ποιεῖ σημεῖα μεγάλα, καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ ἐπὶ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 14Καὶ πλανᾷ τοὺς ἐμοὺς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃ εἶχε τὴν πληγὴν καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας. 15Καὶ ἐδόθη αὐτῷ πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, καὶ ποιήσῃ, ὅσοι ἐὰν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ θηρίου, ἀποκτανθῶσι. 16Καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσωσιν αὐτοῖς χαράγματα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς, ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν, 17καὶ ἵνα μή τις δύναται ἀγοράσαι ἢ πωλῆσαι, εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. 18Ὧδε ἡ σοφία ἐστίν. Ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστί, καὶ ὁ ἀριθμὸς αὐτοῦ ἐστιν ἑξακόσια ἑξήκοντα ἕξ.

Notes


*13:1 εσταθην ¦ εσταθη CT [Note: In CT the words Καὶ ἐστάθη ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης are found in 12:18.]

13:1 κερατα δεκα και κεφαλας επτα ¦ κεφαλας επτα και κερατα δεκα TR

13:1 ονοματα 73.8% ¦ ονομα Αν TH TR 25.4%

§13:2 αρκου ¦ αρκτου PCK TR

*13:3 μιαν ¦ ειδον μιαν TR

13:3 εκ ¦ — TR

13:3 ωσει 61.8% ¦ ως Αν ANT BYZ CT TR 35.5%

§13:3 εθαυμασεν ολη η γη 73.8% ¦ εθαυμασθη εν ολη τη γη Αν ST 16.4% ¦ εθαυμασθη ολη η γη CT 3.5%

*13:4 τω δρακοντι ¦ τον δρακοντα TR

13:4 τω δεδωκοτι ¦ ος εδωκεν TR ¦ οτι εδωκε Αν CT

13:4 την ¦ — TR

§13:4 τω θηριω ¦ το θηριον TR

*13:4 και ¦ — K ANT BYZ HF TR

13:4 δυνατος ¦ δυναται Αν ANT BYZ CT TR

13:5 βλασφημιαν 56.6% ¦ βλασφημιας CT TR 13.5%

§13:5 πολεμον ¦ — Αν CT TR

*13:5 τεσσαρακοντα ¦ τεσσερακοντα και NA WH ¦ τεσσερακοντα SBL TH

13:6 βλασφημιαν 85.5% ¦ βλασφημιας CT 10.1%

13:6 τους ¦ και τους Αν TR

§13:7 ποιησαι πολεμον 58.1% ¦ πολεμον ποιησαι ANT TR 8.3%

*13:7 και λαον ¦ — PCK TR

13:8 αυτω ¦ αυτον K ANT BYZ CT HF

13:8 ων ¦ ου CT

§13:8 το ονομα ¦ τα ονοματα Αν TR ¦ το ονομα αυτου CT

*13:8 τω βιβλιω ¦ τη βιβλω TR

13:8 του ¦ — TR

13:10 εχει ¦ εις BYZ TH ¦ αιχμαλωσιαν συναγει εις TR ¦ εις αιχμαλωσιαν απαγει εις ANT ¦ εις αιχμαλωσιαν εις NA SBL WH

§13:10 μαχαιρα ¦ μαχαιρη CT

*13:10 ἀποκτενεῖ (ἀποκτένει PCK) δεῖ αὐτὸν ἐν μαχαίρᾳ 39.1% ¦ δεῖ αὐτὸν K BYZ HF 33.6% ¦ ἀποκτέννει δεῖ αὐτὸν ἐν μαχαίρᾳ ANT 4.7% ¦ ἀποκτενεῖ δεῖ αὐτὸν ἐν μαχαίρῃ TH WH 0.8% ¦ ἀποκτανθῆναι αὐτὸν ἐν μαχαίρῃ NA SBL 0.4%

13:11 δυο ¦ — K

13:12 εποιει ¦ ποιει Αν ANT CT TR

§13:12 εν αυτη κατοικουντας ¦ κατοικουντας εν αυτη TR

*13:12 προσκυνησωσι 89.2% ¦ προσκυνησουσι CT 8%

13:13 και πυρ ινα εκ του ουρανου καταβαινη ¦ ινα και πυρ ποιη καταβαινειν εκ του ουρανου BYZ TR ¦ ινα και πυρ ποιη εκ του ουρανου καταβαινειν CT

13:13 επι 61% ¦ εις ANT BYZ CT TR 30.5%

§13:14 τους εμους 46.6% ¦ — Αν ANT BYZ CT TR 50.2%

*13:14 ο ειχε ¦ ο εχει TR ¦ ος ειχε ANT ¦ ος εχει CT

13:14 την 39.8% ¦ — K BYZ HF 59%

13:14 και εζησεν απο της μαχαιρας 39% ¦ της μαχαιρας και εζησε Αν ANT BYZ PCK TR 47% ¦ της μαχαιρης και εζησε CT 1.6%

§13:15 αυτω ¦ αυτη WH

*13:15 πνευμα δουναι ¦ δουναι πνευμα CT TR

13:15 οσοι ¦ ινα οσοι CT

13:15 εαν ¦ αν Αν TR

§13:15 τη εικονι ¦ την εικονα TR

*13:15 αποκτανθωσι ¦ ινα αποκτανθωσι ANT PCK TR

13:16 δωσωσιν αυτοις χαραγματα 21.9% ¦ δωσιν αυτοις χαραγματα PCK 17.6% ¦ δωσιν αυτοις χαραγμα BYZ CT 14.5% ¦ δωσουσιν αυτοις χαραγμα ANT 4.7% ¦ δωση αυτοις χαραγμα TR 3.5%

13:16 της ¦ — K

§13:16 το μετωπον ¦ των μετωπων Αν ANT BYZ PCK TR

*13:17 δυναται 57.8% ¦ δυνηται ANT BYZ CT PCK TR 38.2%

13:17 το ¦ η το TR

13:18 νουν ¦ τον νουν TR

§13:18 και ¦ — K BYZ HF

*13:18 εστιν εξακοσια εξηκοντα εξ 11.3% ¦ χξς΄ K ANT BYZ HF TH TR 39.5% ¦ εστιν χξς΄ PCK 29.8% ¦ εξακοσιοι εξηκοντα εξ NA SBL WH 1.6%