21
1Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. 2Καὶ τὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ καινήν, εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. 3Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ, λεγούσης, Ἰδού, ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾽ αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς ἔσται μετ᾽ αὐτῶν· 4καὶ ἐξαλείψει πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος, οὔτε κραυγή, οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον.
5Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ, Ἰδού, πάντα καινὰ ποιῶ. Καὶ λέγει μοι, Γράψον· ὅτι οὗτοι οἱ λόγοι ἀληθινοὶ καὶ πιστοί εἰσι. 6Καὶ εἶπέ μοι, Γέγονα τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. Ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. 7Ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ Θεός, καὶ αὐτὸς ἔσται μοι υἱός. 8 Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἁμαρτωλοῖς καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις, καὶ πᾶσι τοῖς ψευδέσι, τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
9Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ᾽ ἐμοῦ, λέγων, Δεῦρο, δείξω σοι τὴν γυναῖκα τὴν νύμφην τοῦ ἀρνίου. 10Καὶ ἀπήνεγκέ με ἐν πνεύματι ἐπ᾽ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν μεγάλην, τὴν ἁγίαν Ἱερουσαλήμ, καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, 11ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι· 12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστιν ὀνόματα τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ. 13 Ἀπὸ ἀνατολῶν, πυλῶνες τρεῖς· καὶ ἀπὸ βορρᾶ, πυλῶνες τρεῖς· καὶ ἀπὸ νότου, πυλῶνες τρεῖς· καὶ ἀπὸ δυσμῶν, πυλῶνες τρεῖς. 14Καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, καὶ ἐπ᾽ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
15Καὶ ὁ λαλῶν μετ᾽ ἐμοῦ εἶχε μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν, καὶ τοὺς πυλῶνας αὐτῆς, καὶ τὸ τεῖχος αὐτῆς. 16Καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσον τὸ πλάτος. Καὶ ἐμέτρησε τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίους δώδεκα χιλιάδων· δώδεκα τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστί. 17Καὶ ἐμέτρησε τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. 18Καὶ ἦν ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπις· καὶ ἡ πόλις χρυσίον καθαρόν, ὅμοιον ὑέλῳ καθαρῷ. 19 Οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι. Ὁ θεμέλιος ὁ πρῶτος, ἴασπις· ὁ δεύτερος, σάπφειρος· ὁ τρίτος, χαλκηδών· ὁ τέταρτος, σμάραγδος· 20ὁ πέμπτος, σαρδόνυξ· ὁ ἕκτος, σάρδιον· ὁ ἕβδομος, χρυσόλιθος· ὁ ὄγδοος, βήρυλλος· ὁ ἔνατος, τοπάζιον· ὁ δέκατος, χρυσόπρασος· ὁ ἑνδέκατος, ὑάκινθος· ὁ δωδέκατος, ἀμέθυσος. 21Καὶ οἱ δώδεκα πυλῶνες, δώδεκα μαργαρῖται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρόν, ὡς ὕελος διαυγής.
22Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστι, καὶ τὸ ἀρνίον. 23Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου, οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ· ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. 24Καὶ περιπατήσουσι τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν αὐτῷ δόξαν καὶ τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. 25Καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας—νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ— 26καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν· 27καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινόν, καὶ ποιοῦν βδέλυγμα καὶ ψεῦδος· εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.
Notes
*21:1
απηλθον ¦ παρηλθε Αν BYZ PCK TR ¦ απηλθαν CT
†21:2
την πολιν την αγιαν ιερουσαλημ καινην ειδον ¦ εγω ιωαννης ειδον την πολιν την αγιαν ιερουσαλημ καινην TR
‡21:2
εκ του ουρανου απο του θεου ¦ απο του θεου εκ του ουρανου Αν BYZ PCK TR
§21:3
ουρανου 96.1% ¦ θρονου CT 1.3%
*21:3
λαος 72.3% ¦ λαοι Αν CT TR 25.5%
†21:3
εσται μετ αυτων 26.3% ¦ μετ αυτων εσται K ANT BYZ HF SBL WH 36.4% ¦ εσται μετ αυτων θεος αυτων TR 22.9% ¦ μετ αυτων εσται αυτων θεος NA TH 1.7%
‡21:4
εξαλειψει 51.3% ¦ εξαλειψει απ αυτων K BYZ HF 30.4% ¦ εξαλειψει ο θεος TR 16.5% ¦ εξαλειψει απ αυτων ο θεος ANT 0%
§21:4
απο 94.3% ¦ εκ CT 5.2%
*21:4
οτι 71.1% ¦ — SBL TH WH 14.9%
†21:4
απηλθον 54.4% ¦ απηλθε K BYZ HF 42.9% ¦ απηλθαν CT 0.9%
‡21:5
τω θρονω ¦ του θρονου PCK TR
§21:5
παντα καινα ποιω ¦ καινα ποιω παντα ANT BYZ CT PCK ¦ καινα παντα ποιω TR
*21:5
μοι ¦ — CT HF
†21:5
αληθινοι και πιστοι ¦ πιστοι και αληθινοι του θεου K BYZ HF ¦ πιστοι και αληθινοι ANT CT
‡21:6
γεγονα 42.9% ¦ γεγονα εγω BYZ 31.9% ¦ γεγονεν εγω ειμι TR 3.4% ¦ γεγοναν εγω ειμι NA TH 1.3% ¦ γεγοναν εγω SBL WH 0.4% ¦ γεγονεν εγω ANT 0%
§21:6
αλφα ¦ Α ANT TR
*21:6
η αρχη και το 35% ¦ αρχη και BYZ PCK 33.3% ¦ και η αρχη και το K BYZ HF 29.1%
†21:6
δωσω 44.7% ¦ δωσω αυτω K BYZ HF 27.4%
‡21:7
κληρονομησει ταυτα ¦ δωσω αυτω ταυτα K BYZ HF ¦ κληρονομησει παντα TR ¦ εσται αυτω ταυτα ANT
§21:7
αυτος εσται μοι υιος ¦ αυτος εσται μοι ο υιος TR ¦ αυτοι εσονται μοι υιοι Αν
*21:8
τοις δε δειλοις ¦ δειλοις δε TR
†21:8
και αμαρτωλοις ¦ — ANT CT TR
‡21:8
φαρμακοις ¦ φαρμακευσι TR
§21:8
πυρι ¦ εν πυρι ANT
*21:8
ο θανατος ο δευτερος ¦ δευτερος θανατος TR
†21:9
ηλθεν ¦ ηλθε προς με TR
‡21:9
εκ ¦ — Αν ANT TR
§21:9
γεμουσας 55.8% ¦ τας γεμουσας ANT TR 22.3% ¦ των γεμοντων CT 18%
*21:9
γυναικα την νυμφην του αρνιου 51.9% ¦ νυμφην του αρνιου την γυναικα Αν TR 26.2% ¦ νυμφην την γυναικα του αρνιου ANT CT 12.7%
†21:10
επ ¦ επι CT
‡21:10
μεγαλην την ¦ μεγαλην και Αν ¦ — K ANT BYZ CT HF
§21:10
απο ¦ εκ K HF
*21:11
ο ¦ και ο TR
†21:11
κρυσταλλιζοντι ¦ κρυσταλιζοντι BYZ PCK
‡21:12
εχουσα ¦ εχουσαν τε TR
§21:12
εχουσα ¦ εχουσαν TR
*21:12
δωδεκα ¦ δεκαδυο HF
†21:12
ονοματα 43.5% ¦ τα ονοματα NA TH 9.1% ¦ — Αν BYZ PCK SBL TR WH 45.3%
‡21:12
των ¦ — K BYZ CT HF
§21:13
απο ¦ απ ANT TR
*21:13
ανατολων ¦ ανατολης CT TR
†21:13
και ¦ — TR
‡21:13
και ¦ — TR
§21:13
και ¦ — ST
*21:14
εχον ¦ εχων CT
†21:14
επ αυτων ¦ εν αυτοις TR
‡21:14
δωδεκα ¦ — TR
§21:15
μετρον ¦ — Αν TR
*21:15
και το τειχος αυτης 48.1% ¦ — K BYZ PCK 49.4%
†21:16
οσον ¦ τοσουτον εστιν οσον και TR ¦ οσον και ANT NA TH
‡21:16
τω ¦ εν τω Αν ANT
§21:16
σταδιους ¦ σταδιων Αν NA TR WH
*21:16
δωδεκα ¦ δεκαδυο K BYZ HF
†21:16
δωδεκα ¦ — ANT BYZ CT TR
‡21:17
εμετρησε 51.7% ¦ — K BYZ HF 40%
§21:17
εκατον τεσσαρακοντα τεσσαρων ¦ ρμδ΄ BYZ TH ¦ εκατον τεσσερακοντα τεσσαρων NA SBL WH
*21:18
ην 90.4% ¦ — CT 8.3%
†21:18
ενδομησις ¦ ενδωμησις CT
‡21:18
ομοιον ¦ ομοια Αν TR
§21:18
υελω ¦ υαλω ANT BYZ CT TR
*21:19
οι ¦ και οι Αν BYZ PCK TR
†21:19
σαπφειρος ¦ σαπφιρος NA SBL
‡21:20
σαρδονυξ ¦ σαρδωνυξ PCK
§21:20
σαρδιον ¦ σαρδιος Αν BYZ PCK TR
*21:20
ενατος ¦ εννατος SCR
†21:20
αμεθυσος 73% ¦ αμεθυστος ANT CT TR 21.5%
‡21:21
υελος ¦ υαλος ANT CT TR
§21:21
διαυγης ¦ διαφανης TR
*21:23
αυτη ¦ εν αυτη PCK TR
†21:23
η γαρ ¦ γαρ η K HF
‡21:24
περιπατησουσι τα εθνη δια του φωτος αυτης ¦ τα εθνη των σωζομενων εν τω φωτι αυτης περιπατησουσι TR
§21:24
αυτω δοξαν και τιμην των εθνων ¦ την δοξαν και την τιμην αυτων ANT BYZ PCK TR ¦ την δοξαν αυτων CT
*21:26
αυτην ¦ αυτην ινα εισελθωσι K BYZ HF
†21:27
κοινον ¦ κοινουν TR
‡21:27
ποιουν 44.4% ¦ ο ποιων K ANT BYZ HF NA WH 37.5% ¦ ποιων SBL TH 7.8%