1Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.
2Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ Θεοῦ. 3Καὶ ᾄδουσι τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες,
Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου,
Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ·
δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου,
ὁ βασιλεὺς τῶν ἐθνῶν.
4Τίς οὐ μὴ φοβηθῇ σε, Κύριε,
καὶ δοξάσῃ τὸ ὄνομά σου;
Ὅτι μόνος ἅγιος·
ὅτι πάντα τὰ ἔθνη ἥξουσι
καὶ προσκυνήσουσιν ἐνώπιόν σου,
ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
5Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ· 6καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, οἳ ἦσαν ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρόν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς· 7καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 8Καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ· καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναόν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.

Notes


*15:2 υαλινην ¦ υελινην PCK

15:2 του θηριου και εκ της εικονος ¦ της εικονος και εκ του θηριου K BYZ

15:2 και ¦ και εκ του χαραγματος αυτου TR ¦ και εκ του χαραγματος αυτου και Αν

§15:2 υαλινην ¦ υελινην PCK

*15:2 κιθαρας ¦ τας κιθαρας K ANT BYZ HF

15:3 μωυσεως ¦ μωυσεος PCK ¦ μωσεως TR

15:3 του ¦ — ST

§15:3 εθνων ¦ αγιων TR ¦ αιωνων SBL WH

*15:4 σε ¦ — Αν ANT CT

15:4 δοξαση ¦ δοξασει BYZ CT

15:4 αγιος ¦ αγιος ει PCK ¦ οσιος Αν ANT CT TR

§15:4 παντα τα εθνη ¦ παντες K BYZ HF

*15:5 και ¦ και ιδου TR

15:6 εξηλθον ¦ εξηλθαν WH

15:6 οι ¦ — TR

§15:6 εκ του ναου ¦ εκ του ουρανου PCK ¦ — K BYZ HF

*15:6 οι ησαν ¦ — CT TR

15:6 λινον ¦ λιθον WH

15:6 καθαρον ¦ καθαρον και TR

§15:8 καπνου ¦ εκ του καπνου K ANT BYZ HF

*15:8 εδυνατο ¦ ηδυνατο Αν BYZ PCK TR

15:8 επτα ¦ — Αν PCK