5
1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. 2Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ, Τίς ἄξιός ἐστιν ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; 3Καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. 4Καὶ ἐγὼ ἔκλαιον πολύ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. 5Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ὁ ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
6Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ ἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν. 7Καὶ ἦλθε, καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. 8Καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν, καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσι προσευχαὶ τῶν ἁγίων. 9Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες,
Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον,
καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ·
ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου
ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
10καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς,
καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
11Καὶ εἶδον, καὶ ἤκουσα ὡς φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων, 12λέγοντες φωνῇ μεγάλῃ,
Ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον
λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν
καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
13Καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης ἐστί, καὶ τὰ ἐν αὐτοῖς, πάντας ἤκουσα λέγοντας,
Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ
ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
14Καὶ τὰ τέσσαρα ζῷα λέγοντα τὸ Ἀμήν. Καὶ οἱ πρεσβύτεροι ἔπεσον, καὶ προσεκύνησαν.
Notes
*5:1
εξωθεν 80.2% ¦ οπισθεν CT TR 8.9%
†5:2
εν ¦ — PCK TR
‡5:2
αξιος εστιν ¦ αξιος CT PCK ¦ εστιν αξιος TR
§5:3
εδυνατο ¦ ηδυνατο TR
*5:3
ανω ¦ — ANT BYZ CT PCK TR
†5:3
ουτε ¦ ουδε BYZ CT PCK TR
‡5:3
ουτε ¦ ουδε BYZ CT PCK TR
§5:3
ουτε ¦ ουδε PCK TR
*5:4
εγω ¦ — NA TH
†5:4
πολυ ¦ πολλα TR
‡5:4
ανοιξαι ¦ ανοιξαι και αναγνωναι PCK TR
§5:5
ο ¦ ο ων TR
*5:5
δαυιδ ¦ ΔΑΔ Αν K BYZ ¦ δαβιδ HF TR ¦ δαυειδ WH
†5:5
ο ανοιγων 41.7% ¦ ανοιξαι Αν ANT BYZ CT PCK TR 53.5%
‡5:5
και ¦ και λυσαι TR
§5:6
ειδον ¦ ειδον και ιδου TR
*5:6
εχον ¦ εχων CT
†5:6
α 73.8% ¦ οι CT TR 22.7%
‡5:6
πνευματα του θεου 72.8% ¦ του θεου πνευματα TR 5.4%
§5:6
αποστελλομενα 59.2% ¦ τα απεσταλμενα TR 19.6% ¦ απεσταλμενοι CT 1.2%
*5:7
ειληφεν ¦ ειληφε το βιβλιον TR
†5:8
τεσσαρα ¦ τεσσερα WH
‡5:8
εικοσι τεσσαρες ¦ κδ΄ BYZ
§5:8
επεσον ¦ επεσαν ANT CT
*5:8
κιθαραν ¦ κιθαρας BYZ PCK TR
†5:8
προσευχαι ¦ αι προσευχαι ANT BYZ CT PCK TR
‡5:9
ημας 75.1% ¦ — NA SBL WH 0.4%
§5:10
αυτους ¦ ημας TR
*5:10
βασιλεις 93.7% ¦ βασιλειαν CT 5.1%
†5:10
βασιλευσουσιν 60.3% ¦ βασιλευουσιν BYZ SBL WH 35.8% ¦ βασιλευσομεν TR 3.1%
‡5:11
ως ¦ — CT TR
§5:11
κυκλω ¦ κυκλοθεν TR
*5:11
και ην ο αριθμος αυτων μυριαδες μυριαδων ¦ — ST
†5:12
τον ¦ — Αν BYZ CT PCK TR
‡5:13
ο ¦ ο εστιν Αν BYZ PCK TR
§5:13
επι της γης ¦ εν τη γη TR
*5:13
εστι 45.3% ¦ α εστι BYZ PCK TR 36% ¦ — NA SBL 12.8%
†5:13
παντας ¦ παντα ANT CT TR
‡5:13
του θρονου ¦ τω θρονω HF NA SBL TH
§5:13
αμην 74.2% ¦ — ANT CT TR 19.6%
*5:14
τεσσαρα ¦ τεσσερα WH
†5:14
λεγοντα ¦ ελεγον Αν ANT BYZ CT TR
‡5:14
το ¦ — Αν ANT CT TR
§5:14
πρεσβυτεροι ¦ εικοσι τεσσαρες πρεσβυτεροι TR
*5:14
επεσον ¦ επεσαν ANT CT TR
†5:14
προσεκυνησαν ¦ προσεκυνησαν ζωντι εις τους αιωνας των αιωνων TR
εξωθεν 80.2% ¦ οπισθεν CT TR 8.9%
εν ¦ — PCK TR
αξιος εστιν ¦ αξιος CT PCK ¦ εστιν αξιος TR
εδυνατο ¦ ηδυνατο TR
ανω ¦ — ANT BYZ CT PCK TR
ουτε ¦ ουδε BYZ CT PCK TR
ουτε ¦ ουδε BYZ CT PCK TR
ουτε ¦ ουδε PCK TR
εγω ¦ — NA TH
πολυ ¦ πολλα TR
ανοιξαι ¦ ανοιξαι και αναγνωναι PCK TR
ο ¦ ο ων TR
δαυιδ ¦ ΔΑΔ Αν K BYZ ¦ δαβιδ HF TR ¦ δαυειδ WH
ο ανοιγων 41.7% ¦ ανοιξαι Αν ANT BYZ CT PCK TR 53.5%
και ¦ και λυσαι TR
ειδον ¦ ειδον και ιδου TR
εχον ¦ εχων CT
α 73.8% ¦ οι CT TR 22.7%
πνευματα του θεου 72.8% ¦ του θεου πνευματα TR 5.4%
αποστελλομενα 59.2% ¦ τα απεσταλμενα TR 19.6% ¦ απεσταλμενοι CT 1.2%
ειληφεν ¦ ειληφε το βιβλιον TR
τεσσαρα ¦ τεσσερα WH
εικοσι τεσσαρες ¦ κδ΄ BYZ
επεσον ¦ επεσαν ANT CT
κιθαραν ¦ κιθαρας BYZ PCK TR
προσευχαι ¦ αι προσευχαι ANT BYZ CT PCK TR
ημας 75.1% ¦ — NA SBL WH 0.4%
αυτους ¦ ημας TR
βασιλεις 93.7% ¦ βασιλειαν CT 5.1%
βασιλευσουσιν 60.3% ¦ βασιλευουσιν BYZ SBL WH 35.8% ¦ βασιλευσομεν TR 3.1%
ως ¦ — CT TR
κυκλω ¦ κυκλοθεν TR
και ην ο αριθμος αυτων μυριαδες μυριαδων ¦ — ST
τον ¦ — Αν BYZ CT PCK TR
ο ¦ ο εστιν Αν BYZ PCK TR
επι της γης ¦ εν τη γη TR
εστι 45.3% ¦ α εστι BYZ PCK TR 36% ¦ — NA SBL 12.8%
παντας ¦ παντα ANT CT TR
του θρονου ¦ τω θρονω HF NA SBL TH
αμην 74.2% ¦ — ANT CT TR 19.6%
τεσσαρα ¦ τεσσερα WH
λεγοντα ¦ ελεγον Αν ANT BYZ CT TR
το ¦ — Αν ANT CT TR
πρεσβυτεροι ¦ εικοσι τεσσαρες πρεσβυτεροι TR
επεσον ¦ επεσαν ANT CT TR
προσεκυνησαν ¦ προσεκυνησαν ζωντι εις τους αιωνας των αιωνων TR