19
1 Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ, λεγόντων,
Ἁλληλούϊα·
ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Θεοῦ ἡμῶν·
2ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ·
ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην,
ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς,
καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
3Καὶ δεύτερον εἴρηκεν,
Ἁλληλούϊα·
καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
4Καὶ ἔπεσον οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες, καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, λέγοντες, Ἀμήν· Ἁλληλούϊα. 5Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθε, λέγουσα,
Αἰνεῖτε τὸν Θεὸν ἡμῶν
πάντες οἱ δοῦλοι αὐτοῦ,
καὶ οἱ φοβούμενοι αὐτόν,
οἱ μικροὶ καὶ οἱ μεγάλοι.
6Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ, καὶ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λέγοντες,
Ἁλληλούϊα·
ὅτι ἐβασίλευσε Κύριος
ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ.
7Χαίρωμεν καὶ ἀγαλλιώμεθα,
καὶ δῶμεν τὴν δόξαν αὐτῷ·
ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου,
καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.
8Καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται
βύσσινον λαμπρὸν καὶ καθαρόν·
τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστί.
9Καὶ λέγει μοι, Γράψον, Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσι. 10Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ· καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦ Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.
11Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτόν, καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. 12Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά· ἔχων ὀνόματα γεγραμμένα καὶ ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, 13καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Ὁ λόγος τοῦ Θεοῦ. 14Καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν. 15Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία δίστομος ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος. 16Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον, Βασιλεὺς βασιλέων καὶ Κύριος κυρίων.
17Καὶ εἶδον ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ· καὶ ἔκραξε φωνῇ μεγάλῃ, λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι, Δεῦτε, συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ, 18ἵνα φάγητε σάρκας βασιλέων, καὶ σάρκας χιλιάρχων, καὶ σάρκας ἰσχυρῶν, καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽ αὐτῶν, καὶ σάρκας πάντων, ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν τε καὶ μεγάλων. 19Καὶ εἶδον τὸ θηρίον, καὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 20Καὶ ἐπιάσθη τὸ θηρίον, καὶ ὁ μετ᾽ αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ· 21καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
Notes
*19:1
μετα ¦ και μετα Αν BYZ PCK TR
†19:1
ως ¦ — TR
‡19:1
μεγαλην οχλου πολλου ¦ οχλου πολλου μεγαλην PCK TR
§19:1
λεγοντων ¦ λεγοντος TR
*19:1
δυναμις και η δοξα του θεου ¦ δοξα και η τιμη και η δυναμις κυριω τω θεω TR ¦ δοξα και η δυναμις του θεου ANT CT
†19:2
διεφθειρε ¦ εφθειρε CT TR
‡19:2
χειρος ¦ της χειρος Αν BYZ TR
§19:3
ειρηκεν ¦ ειρηκαν Αν ANT CT TR
*19:4
επεσον ¦ επεσαν ANT BYZ CT PCK TR
†19:4
πρεσβυτεροι οι εικοσι τεσσαρες ¦ πρεσβυτεροι οι κδ΄ BYZ ¦ πρεσβυτεροι οι εικοσι και τεσσαρες TR ¦ εικοσι και τεσσαρες πρεσβυτεροι ANT
‡19:4
τεσσαρα ¦ τεσσερα TH WH
§19:4
του θρονου ¦ τω θρονω K ANT BYZ CT HF
*19:5
απο ¦ εκ Αν BYZ PCK TR
†19:5
τον θεον ¦ τω θεω CT
‡19:5
και ¦ — WH
§19:5
οι ¦ και οι TR
*19:6
λεγοντες ¦ λεγοντας BYZ PCK TR ¦ λεγοντων ANT BYZ CT
†19:6
ημων ¦ — ANT SBL TR
‡19:7
αγαλλιωμεθα ¦ αγαλλιωμεν CT
§19:7
δωμεν ¦ δωσωμεν NA ¦ δωσομεν SBL WH
*19:8
λαμπρον και καθαρον ¦ καθαρον και λαμπρον TR ¦ λαμπρον καθαρον ANT CT
†19:8
των αγιων εστι ¦ εστι των αγιων TR
‡19:9
το ¦ τον HF
§19:9
του θεου εισι ¦ εισι του θεου Αν BYZ PCK TR
*19:10
επεσα ¦ επεσον BYZ PCK TR
†19:10
ιησου ¦ του ιησου TR
‡19:10
του ιησου ¦ ιησου Αν CT
§19:11
ανεωγμενον ¦ ηνεωγμενον CT
*19:11
καλουμενος πιστος ¦ πιστος καλουμενος SBL WH
†19:12
φλοξ ¦ ως φλοξ ANT NA TR
‡19:12
ονοματα γεγραμμενα και ¦ — CT TR
§19:13
βεβαμμενον ¦ ρεραντισμενον WH
*19:13
αιματι ¦ εν αιματι ANT
†19:13
καλειται ¦ κεκληται K ANT BYZ CT HF
‡19:14
τα ¦ — Αν BYZ ST TH
§19:14
επι ¦ εφ CT TR
*19:14
καθαρον ¦ και καθαρον TR
†19:15
διστομος οξεια ¦ οξεια CT TR ¦ οξεια διστομος ANT
‡19:15
παταξη ¦ πατασση ANT TR
§19:15
της ¦ και της Αν TR
*19:16
ονομα ¦ το ονομα ST
†19:17
αγγελον ¦ ενα αγγελον ANT BYZ CT PCK TR
‡19:17
φωνη ¦ εν φωνη ANT HF NA WH
§19:17
πετομενοις ¦ πετωμενοις TR
*19:17
συναχθητε ¦ και συναγεσθε TR
†19:17
το δειπνον το μεγα του ¦ τον δειπνον τον μεγαν του BYZ HF ¦ το δειπνον του μεγαλου BYZ TR
‡19:18
αυτων ¦ αυτους WH
§19:18
τε ¦ — ST
*19:18
τε ¦ — Αν BYZ CT TR
†19:19
πολεμον ¦ τον πολεμον ANT CT HF
‡19:20
ο μετ αυτου ¦ μετ αυτου ο BYZ CT PCK ¦ μετα τουτου ο TR
§19:20
την καιομενην ¦ της καιομενης CT
*19:20
θειω ¦ τω θειω Αν BYZ TR
†19:21
εξελθουση ¦ εκπορευομενη TR
μετα ¦ και μετα Αν BYZ PCK TR
ως ¦ — TR
μεγαλην οχλου πολλου ¦ οχλου πολλου μεγαλην PCK TR
λεγοντων ¦ λεγοντος TR
δυναμις και η δοξα του θεου ¦ δοξα και η τιμη και η δυναμις κυριω τω θεω TR ¦ δοξα και η δυναμις του θεου ANT CT
διεφθειρε ¦ εφθειρε CT TR
χειρος ¦ της χειρος Αν BYZ TR
ειρηκεν ¦ ειρηκαν Αν ANT CT TR
επεσον ¦ επεσαν ANT BYZ CT PCK TR
πρεσβυτεροι οι εικοσι τεσσαρες ¦ πρεσβυτεροι οι κδ΄ BYZ ¦ πρεσβυτεροι οι εικοσι και τεσσαρες TR ¦ εικοσι και τεσσαρες πρεσβυτεροι ANT
τεσσαρα ¦ τεσσερα TH WH
του θρονου ¦ τω θρονω K ANT BYZ CT HF
απο ¦ εκ Αν BYZ PCK TR
τον θεον ¦ τω θεω CT
και ¦ — WH
οι ¦ και οι TR
λεγοντες ¦ λεγοντας BYZ PCK TR ¦ λεγοντων ANT BYZ CT
ημων ¦ — ANT SBL TR
αγαλλιωμεθα ¦ αγαλλιωμεν CT
δωμεν ¦ δωσωμεν NA ¦ δωσομεν SBL WH
λαμπρον και καθαρον ¦ καθαρον και λαμπρον TR ¦ λαμπρον καθαρον ANT CT
των αγιων εστι ¦ εστι των αγιων TR
το ¦ τον HF
του θεου εισι ¦ εισι του θεου Αν BYZ PCK TR
επεσα ¦ επεσον BYZ PCK TR
ιησου ¦ του ιησου TR
του ιησου ¦ ιησου Αν CT
ανεωγμενον ¦ ηνεωγμενον CT
καλουμενος πιστος ¦ πιστος καλουμενος SBL WH
φλοξ ¦ ως φλοξ ANT NA TR
ονοματα γεγραμμενα και ¦ — CT TR
βεβαμμενον ¦ ρεραντισμενον WH
αιματι ¦ εν αιματι ANT
καλειται ¦ κεκληται K ANT BYZ CT HF
τα ¦ — Αν BYZ ST TH
επι ¦ εφ CT TR
καθαρον ¦ και καθαρον TR
διστομος οξεια ¦ οξεια CT TR ¦ οξεια διστομος ANT
παταξη ¦ πατασση ANT TR
της ¦ και της Αν TR
ονομα ¦ το ονομα ST
αγγελον ¦ ενα αγγελον ANT BYZ CT PCK TR
φωνη ¦ εν φωνη ANT HF NA WH
πετομενοις ¦ πετωμενοις TR
συναχθητε ¦ και συναγεσθε TR
το δειπνον το μεγα του ¦ τον δειπνον τον μεγαν του BYZ HF ¦ το δειπνον του μεγαλου BYZ TR
αυτων ¦ αυτους WH
τε ¦ — ST
τε ¦ — Αν BYZ CT TR
πολεμον ¦ τον πολεμον ANT CT HF
ο μετ αυτου ¦ μετ αυτου ο BYZ CT PCK ¦ μετα τουτου ο TR
την καιομενην ¦ της καιομενης CT
θειω ¦ τω θειω Αν BYZ TR
εξελθουση ¦ εκπορευομενη TR