A man lame from birth
1Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς (τὴν ἐνάτην). 2Καί τις ἀνήρ, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ἐβαστάζετο (ὃν ἐτίθουν καθ᾿ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ, τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν), 3ὅς, ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα ἐλεημοσύνην.
Peter heals him
4Ἀτενίσας δὲ Πέτρος εἰς αὐτόν, σὺν τῷ Ἰωάννῃ, εἶπεν, «Βλέψον εἰς ἡμᾶς.» 5Ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ᾿ αὐτῶν λαβεῖν. 6Εἶπεν δὲ Πέτρος· «Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶ περιπάτει.» 7Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά. 8Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν. 9Καὶ εἶδεν αὐτὸν πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν· 10ἐπεγίνωσκόν τε αὐτὸν—ὅτι οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ—καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
Peter preaches
11Κρατοῦντος δὲ τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην, συνέδραμεν πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ, τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι. 12Ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· «Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; 13Ὁ Θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν Παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε· καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν. 14Ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, 15τὸν δὲ Ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. 16Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ. Καὶ ἡ πίστις ἡ δι᾿ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
17»Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. 18Ὁ δὲ Θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν αὐτοῦ, παθεῖν τὸν Χριστόν, ἐπλήρωσεν οὕτως. 19Μετανοήσατε οὖν, καὶ ἐπιστρέψατε, εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου 20καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Χριστόν, Ἰησοῦν, 21ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων τῶν ἁγίων αὐτοῦ προφητῶν ἀπ᾿ αἰῶνος.
22»Μωϋσῆς μὲν γὰρ πρὸς τοὺς πατέρας εἶπεν ὅτι ‹Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ. Αὐτοῦ ἀκούσεσθε, κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. 23Ἔσται δέ, πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ Προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ.›
24»Καὶ πάντες δὲ οἱ προφῆται, ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶ προκατήγγειλαν τὰς ἡμέρας ταύτας. 25Ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἁβραάμ, ‹Καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.› 26Ὑμῖν πρῶτον ὁ Θεός, ἀναστήσας τὸν Παῖδα αὐτοῦ Ἰησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.»

Notes


*3:1 δε πετρος f35 (D) (89.2%) HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B,C (7.6%) NU ¦ 2 (3.1%)

3:1 ενατην f35 ℵA,B,C(D) [70%] HF,RP,OC,NU ¦ εννατην [30%] TR,CP

3:3 ελεημοσυνην f35 (D) [94%] HF,RP,OC,CP ¦ 1 λαβειν ℵA,B,C [6%] TR,NU

§3:6 εγειραι και f35 C [70%] RP,TR,CP ¦ εγειρε 2 A [30%] HF,OC[NU] ¦ — ℵB,D

*3:7 ηγειρεν f35 (D) [97%] HF,RP,OC,TR,CP ¦ 1 αυτον ℵA,B,C [3%] NU

3:7 αυτου αι βασεις f35 D [97%] HF,RP,OC,TR,CP ¦ ~ 231 (ℵ)A,B,C [3%] NU

3:7 σφυρα f35 D [95%] HF,RP,OC,TR,CP ¦ σφυδρα ℵA,B,C [1%] NU ¦ σφυρια [4%]

§3:9 αυτον πας ο λαος f35 [97%] HF,RP,OC,TR,CP ¦ ~ 2341 ℵA,B,C,D [3%] NU

*3:10 τε f35 [98%] HF,RP,OC,TR,CP ¦ δε ℵA,B,C [2%] NU ¦ ται D

3:10 ουτος f35 B,D [98%] HF,RP,OC,TR,CP ¦ αυτος ℵA,C [2%] NU

3:11 του ιαθεντος χωλου f35 (88.8%) HF,RP,OC,TR,CP ¦ αυτου ℵ(A)B,C,057 (10.8%) NU ¦ two other readings D (0.4%)

§3:11 και f35 C(D) (91.3%) HF,RP,OC,TR,CP ¦ 1 τον ℵA,B,057 (8.7%) NU

*3:11 προς αυτους (αυτον 2%) πας ο λαος f35 (91.9%) HF,RP,OC,TR,CP ¦ ~ 34512 ℵA,B,C (7.4%) NU ¦ three other readings D (0.7%)

3:11 σολομωντος (A) rell ¦ σολομωνος D [5%] CP

3:12 δε f35 [96%] HF,RP,OC,TR,CP ¦ 1 ο ℵA,B,C,D,057v [4%] NU

§3:12 τουτω rell ¦ τουτο [25%]

*3:13 ἁβρααμ f35 [50%] ¦ ἀβρααμ [50%] RP,HF,OC,CP,TR,NU (This name is aspirated throughout the book, and the statement of evidence also obtains throughout the book.) [When Jehovah changed Abram’s name to Abraham (Genesis 17:5) the intervocalic aspiration in Hebrew is adequately represented in English by ‘h’; but so far as I know, there is no way in Greek to indicate intervocalic aspiration within a word—the only alternative to losing the aspiration altogether would be to place it at the beginning of the word.]

3:13 και f35 B [95%] HF,RP,OC,TR,CP ¦ 1 ο θεος ℵC [5%] [NU] ¦ 1 θεος A,D

3:13 και f35 B [97%] HF,RP,OC,TR,CP ¦ 1 ο θεος ℵC [3%] [NU] ¦ 1 θεος A,D

§3:13 μεν f35 ℵA,B,C [85%] HF,RP,OC,NU ¦ — D [15%] CP,TR

*3:13 αυτον f35 D [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [3%] NU

3:18 αυτου παθειν τον χριστον f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 2341 (ℵ)B(C)D [4%] NU ¦ 234 [1%] ¦ 1 A

3:19 εξαλειφθηναι rell ¦ εξαληφθηναι [12%] ¦ εξαλιφθηναι ℵB,C [2%]

§3:19 του rell ¦ — [10%]

*3:20 προκεχειρισμενον rell ¦ προκεκηρυγμενον TR ¦ five further spellings A,C [5%]

3:20 χριστον ιησουν f35 ℵB,D [75%] HF,RP,OC,NU ¦ ~ 21 A,C [25%] CP,TR

3:21 παντων των f35 [85%] HF,RP,CP ¦ 2 ℵA,B,C,D [10%] NU ¦ 1 [5%] OC,TR

§3:21 αυτου προφητων απ αιωνος f35 (80.8%) HF,RP,OC,TR,CP ¦ 12 των 34 (3.8%) ¦ ~ 2134 (3.2%) ¦ ~ 3412 ℵA,B,C (5.4%) NU ¦ ~ των 3412 (2.5%) ¦ ~ 1 των 342 (2.7%) ¦ four other variants D (1.6%)

*3:22 μωυσης f35 A,B,C,D [70%] OC,NU ¦ μωσης ℵ [30%] HF,RP,TR,CP

3:22 γαρ προς τους πατερας ειπεν f35 (80.8%) HF,RP,OC,TR,CP ¦ ~ 5234 (5.9%) ¦ 1234 ημων 5 (4.3%) ¦ 1234 υμων 5 (2%) ¦ ~ 5234 ημων D (2.7%) ¦ 1234 (0.2%) ¦ 5 ℵA,B,C (4.1%) NU

3:22 ημων f35 ℵC [60%] HF,RP ¦ υμων A,D [40%] OC,TR,CP,NU ¦ — B

§3:22 ακουσεσθε rell ¦ ακουσεσθαι C,D [10%]

*3:22 λαληση rell ¦ λαλησει C [10%]

3:23 αν f35 B,D [35%] TR ¦ εαν ℵA,C [65%] HF,RP,OC,CP,NU

3:23 εξολοθρευθησεται f35 ℵ [99%] HF,RP,OC,TR,CP ¦ εξολεθρευθησεται A,B,C,D [1%] NU

§3:24 προκατηγγειλαν f35 [25%] TR ¦ κατηγγειλαν (ℵ)A,B,C(D) [75%] HF,RP,OC,CP,NU

*3:25 εστε f35 D [75%] HF,RP,OC,TR,CP ¦ 1 οι ℵA,B,C,0165 [25%] NU

3:25 ημων f35 ℵC,D,0165 [88%] HF,RP,OC,TR,CP ¦ υμων A,B [12%] NU

3:25 εν rell ¦ — 0165 [5%] TR

§3:25 ενευλογηθησονται f35 ℵD,0165 [95%] HF,RP,OC,TR,CP[NU] ¦ επευλογηθησονται C ¦ ευλογηθησονται A,B [2%]

*3:26 ο θεος αναστησας f35 A,D [87%] HF,RP,OC,TR,CP ¦ ~ 312 ℵB,C,0165 [3%] NU ¦ 3 [10%]

3:26 ιησουν f35 A [96%] HF,RP,OC,TR,CP ¦ — ℵB,C,D,0165 [4%] NU