Saul of Tarsus
1Ὁ δὲ Σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, 2ᾐτήσατο παρ᾿ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς Ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ.
Jesus chooses Saul
3Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ· 4καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, «Σαούλ, Σαούλ, τί με διώκεις;» 5Εἶπεν δέ, «Τίς εἶ, Κύριε;» Ὁ δὲ Κύριος εἶπεν, «Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις· 6ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν.» 7Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. 8Ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων τε τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. 9Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
Ananias sent to Saul
10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι, «Ἀνανία.» Ὁ δὲ εἶπεν, «Ἰδοὺ ἐγώ, Κύριε.» 11Ὁ δὲ Κύριος πρὸς αὐτόν· «Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, 12καὶ εἶδεν ἐν ὁράματι ἄνδρα Ἀνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.» 13Ἀπεκρίθη δὲ Ἀνανίας· «Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησεν τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ. 14Καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.» 15Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Κύριος· «Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ· 16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.» 17Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾿ αὐτὸν τὰς χεῖρας εἶπεν, «Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέν με, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου.» 18Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέν τε παραχρῆμα· καὶ ἀναστὰς ἐβαπτίσθη, 19καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς.
Saul starts preaching
20Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. 21Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· «Οὐχ οὗτός ἐστιν ὁ πορθήσας, ἐν Ἱερουσαλήμ, τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο; Καὶ ὧδε εἰς τοῦτο ἐλήλυθεν, ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς.» 22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυνεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.
Saul escapes death
23Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. Παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· 25λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτός, καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι.
Barnabas vouches for Saul
26Παραγενόμενος δὲ ὁ Σαῦλος ἐν Ἱερουσαλήμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. 27Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ. 28Καὶ ἦν μετ᾿ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἱερουσαλήμ, καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. 29Ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτὸν. 30Ἐπιγνόντες δὲ οἱ ἀδελφοί, κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν εἰς Ταρσόν.
A brief respite
31Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾿ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας, καὶ Σαμαρείας, εἶχον εἰρήνην οἰκοδομούμεναι· καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνοντο.
Peter’s ministry
32Ἐγένετο δέ, Πέτρον διερχόμενον διὰ πάντων, κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.
Peter heals Aeneas
33Εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ, ὃς ἦν παραλελυμένος. 34Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· «Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός. Ἀνάστηθι καὶ στρῶσον σεαυτῷ.» Καὶ εὐθέως ἀνέστη. 35Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.
Peter raises Dorcas
36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβηθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν τῷ ὑπερῴῳ. 38Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταί, ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. 39Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς. 40Ἐκβαλὼν δὲ ἔξω πάντας, ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, «Ταβηθά, ἀνάστηθι.» Ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν. 41Δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. 42Γνωστὸν δὲ ἐγένετο καθ᾿ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον. 43Ἐγένετο δὲ αὐτὸν ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι, βυρσεῖ.

Notes


*9:3 και εξαιφνης f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 2 τε (ℵ)A(B,C) [4%] NU

9:3 περιηστραψεν αυτον φως f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 213 ℵB,C [4%] NU ¦ ~ 231 A

9:3 απο f35 𝕻45 [92%] HF,RP,OC,TR,CP ¦ εκ ℵA,B,C [8%] NU

§9:5 κυριος ειπεν f35 [93%] HF,RP,OC,TR,CP ¦ 2 ℵ [2%] ¦ — 𝕻45A,B,C [3%] NU ¦ 2 προς αυτον [2%]

*9:5 διωκεις f35 𝕻45ℵA,B,C [99.9%] HF,RP,OC,CP,NU ¦ 1 σκληρον σοι προς κεντρα λακτιζειν τρεμων τε και θαμβων ειπε κυριε τι με θελεις ποιησαι και ο κυριος προς αυτον TR

9:6 αλλα rell ¦ αλλ [8%] ¦ — TR

9:6 σοι f35 [96%] HF,RP,OC,TR,CP ¦ 1 ο ℵA,B,C [4%] NU

§9:7 ενεοι f35 ℵA,B,C [60%] HF,RP,OC,NU ¦ εννεοι [40%] TR,CP

*9:8 ο f35 [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [3%] NU

9:8 τε f35 [88%] HF,RP,OC ¦ δε ℵA,B,C [12%] TR,CP,NU

9:8 ουδενα f35 C [98%] HF,RP,OC,TR,CP ¦ ουδεν ℵA,B [2%] NU

§9:10 ἀνανιας f35 [95%] RP,OC,TR,CP ¦ ἁνανιας [5%] HF,NU (This statement obtains for all occurrences of the name.)

*9:10 ο κυριος εν οραματι f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 3412 ℵA,B,C [4%] NU

9:12 εν οραματι ανδρα f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 312 B,C [1%] [NU] ¦ 3 ℵA [2%] ¦ 12 [1%]

9:12 ανανιαν ονοματι f35 ℵA,B,C [20%] NU ¦ ~ 21 [80%] HF,RP,OC,TR,CP

§9:12 χειρα f35 [91%] HF,RP,OC,TR,CP ¦ χειρας (ℵ)A,C [3%] ¦ τας χειρας B [1%] [NU] ¦ χειραν [5%]

*9:13 δε f35 ℵA,B,C [95%] HF,RP,OC,CP,NU ¦ 1 ο [5%] TR

9:13 ακηκοα f35 [97%] HF,RP,OC,TR,CP ¦ ηκουσα ℵA,B,C [3%] NU

9:13 εποιησεν τοις αγιοις σου f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 2341 ℵ(A)B,C [4%] NU

§9:15 μοι εστιν f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B,C [5%] NU

*9:15 εθνων f35 [95%] HF,RP,OC,TR,CP ¦ 1 τε ℵA,B,C [5%] NU

9:17 με f35 [90%] HF,RP ¦ 1 ιησους 𝕻45ℵA,B,C [10%] OC,TR,CP,NU

9:17 πλησθης rell ¦ πληςθεις [20%]

§9:18 απεπεσον f35 [91%] HF,RP,OC,TR,CP ¦ απεπεσαν ℵA,B,C [6%] NU ¦ απεπεσων [3%]

*9:18 απο των οφθαλμων αυτου f35 ℵC [98%] HF,RP,OC,TR,CP ¦ ~ 4123 𝕻45vA,B [2%] NU

9:18 ωσει f35 C [97%] HF,RP,OC,TR,CP ¦ ως 𝕻45ℵA,B [3%] NU

9:18 παραχρημα f35 [30%] TR,CP ¦ — 𝕻45ℵA,B,C [70%] HF,RP,OC,NU

§9:19 ο σαυλος f35 [87%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [6%] NU ¦ 2 [7%]

*9:19 των f35 ℵA,B,C [35%] HF,RP,TR,CP,NU ¦ 1 οντων [65%] OC

9:20 ιησουν f35 𝕻45ℵA,B,C [20%] OC,NU ¦ χριστον [80%] HF,RP,TR,CP [To teach that the Messiah was the Son of God would be ‘old hat’, no problem—but Saul was showing that Jesus was God’s Son. Notice the end of verse 22, “this is the Christ”—what is the antecedent of “this”? To say that the Christ is the Christ would be stupid, which neither of the authors is.]

9:21 εν f35 B,C [99%] HF,RP,OC,TR,CP ¦ εις ℵA [1%] NU

§9:21 εληλυθεν f35 [96%] HF,RP,OC ¦ εληλυθει ℵA,B,C [4%] TR,CP,NU

*9:21 αγαγη rell ¦ αναγαγη 𝕻45 [12%] ¦ απαγαγη [1%] ¦ αγαγει [7%]

9:22 σαυλος rell ¦ παυλος [6%] CP

9:22 συνεχυνεν f35 𝕻45A [97%] HF,RP,OC,TR ¦ συνεχυννεν ℵB,C [1%] NU ¦ συνεχεε [2%] CP

§9:22 τους f35 A,C [99%] HF,RP,OC,TR,CP[NU] ¦ — ℵB [1%]

*9:24 παρετηρουν f35 [95%] HF,RP,OC,TR,CP ¦ παρετηρουντο ℵA,B,C [5%] NU

9:24 τε f35 [94%] HF,RP,OC,TR,CP ¦ δε και ℵA,B,C [4%] NU ¦ δε [2%]

9:24 τε rell ¦ — (A) [24%]

§9:25 αυτον οι μαθηται f35 (87.1%) HF,RP,OC,TR,CP ¦ ~ 231 (3%) ¦ 123 δια της (1.9%) ¦ ~ 23 αυτου ℵA,B,C (1.9%) NU ¦ 23 (4.7%) ¦ 123 αυτου (0.8%) ¦ one other reading (0.6%)

*9:25 καθηκαν δια του τειχους f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 2341 αυτον (ℵ)A,B,C [5%] NU

9:26 ο σαυλος f35 [92%] HF,RP,OC,TR,CP ¦ 1 παυλος [5%] ¦ — ℵA,B,C [3%] NU

9:26 εν f35 [86%] HF,RP,CP ¦ εις 𝕻45ℵA,B,C [14%] OC,TR,NU

§9:26 επειρατο f35 [98%] HF,RP,OC,TR,CP ¦ επειραζεν ℵA,B,C [2%] NU

*9:27 ειδεν rell ¦ ιδεν A [12%]

9:27 κυριου f35 (A) [45%] ¦ — ℵB,C [55%] HF,RP,OC,TR,CP,NU

9:28 και εκπορευομενος f35 ℵA,B,C [20%] OC,TR,NU ¦ — [80%] HF,RP,CP (An easy case of homoioteleuton.)

§9:28 εν f35 [30%] OC,TR ¦ εις ℵA,B,C [70%] HF,RP,CP,NU

*9:28 και f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [4%] NU

9:28 ιησου f35 (C) [24%] ¦ κυριου 1 [67%] HF,RP,OC,TR,CP ¦ κυριου ℵA,B [8%] NU ¦ — [1%]

9:29 ελαλει rell ¦ ελαλη [25%]

§9:29 ανελειν αυτον f35 ℵ(A)B(C) [20%] NU ¦ ~ 21 [80%] HF,RP,OC,TR,CP

*9:30 επιγνοντες rell ¦ επιγνωντες [35%]

9:30 εξαπεστειλαν f35 A [20%] ¦ 1 αυτον ℵB,C [80%] HF,RP,OC,TR,CP,NU

9:31 αι μεν ουν εκκλησιαι f35 (91.7%) HF,RP,OC,TR,CP ¦ η 23 εκκλησια ℵA,B,C (8.3%) NU (This set and the next three go together, singular vs plural.)

§9:31 ειχον f35 (91.9%) HF,RP,OC,TR,CP ¦ ειχεν ℵA,B,C (8.1%) NU

*9:31 οικοδομουμεναι και πορευομεναι f35 (91.1%) HF,RP,OC,TR,CP ¦ οικοδομουμενοι 2 πορευομενοι (0.8%) ¦ οικοδομουμενη 2 πορευομενη ℵA,B,C (8.1%) NU

9:31 επληθυνοντο f35 (90.7%) HF,RP,OC,TR,CP ¦ επληθυνετο ℵA,B,C (9.3%) NU

9:32 λυδδαν f35 C [75%] HF,RP,OC,TR ¦ λυδδα (ℵ)A,B [2%] NU ¦ λυδαν [23%] CP

§9:33 αινεαν ονοματι f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B(C) [4%] NU ¦ 1 [1%]

*9:33 κραββατω f35 [43%] HF,RP,TR,CP ¦ κραβατω [16%] ¦ κραβαττω [22%] OC ¦ κραβαττου ℵA,B,C [2%] NU ¦ κραββατου [5%] ¦ three further spellings [2%]

9:34 ο f35 A [98%] HF,RP,OC,TR,CP ¦ — ℵB,C [2%] NU

9:35 ειδον rell ¦ ειδαν A,B,C [1%] NU ¦ ιδον [9%]

§9:35 λυδδαν f35 𝕻53C [80%] HF,RP,OC,TR ¦ λυδδα ℵA,B [5%] NU ¦ λυδαν [15%] CP

*9:35 τον rell ¦ την CP ¦ — 𝕻53ℵ

9:35 ασσαρωνα f35 [65%] HF,RP ¦ σαρωνα 𝕻53B,C [17%] OC,NU ¦ σαρρωνα ℵA ¦ σαρωναν 𝕻45 [5%] TR,CP ¦ ασαρωνα [12%]

9:36 ταβηθα f35 [54%] RP ¦ ταβιθα ℵA [45%] HF,OC,TR,CP,NU ¦ ταβειθα 𝕻45,53B,C [1%]

§9:36 αγαθων εργων f35 𝕻53ℵA [93%] HF,RP,OC,TR,CP ¦ ~ 21 𝕻45B,C [2%] NU ¦ 1 [5%]

*9:37 αυτην εθηκαν f35 𝕻45,53C [97%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA [3%] [NU] ¦ 2 B

9:37 τω f35 𝕻53A,C [20%] ¦ — 𝕻45ℵB [80%] HF,RP,OC,TR,CP,NU (‘the’ upper room, of her house.)

9:38 λυδδης f35 [87%] HF,RP,OC,TR ¦ λυδδας 𝕻53ℵB,C [2%] NU ¦ λυδδα A ¦ λυνδα 𝕻45v ¦ λυδης [5%] CP ¦ λυδδη [5%]

§9:38 απεστειλαν f35 [92%] HF,RP ¦ 1 δυο ανδρας 𝕻45ℵA,B,C [8%] OC,TR,CP,NU (OC is in small print.)

*9:38 οκνησαι f35 𝕻45 [97%] HF,RP,OC,TR,CP ¦ οκνησης ℵA,B,C [3%] NU

9:38 αυτων f35 𝕻45v [97%] HF,RP,OC,TR,CP ¦ ημων ℵA,B,C [3%] NU

9:40 πετρος f35 [95%] HF,RP,OC,TR,CP ¦ 1 και 𝕻45ℵA,B,C [5%] NU

§9:40 ταβηθα f35 [50%] RP ¦ ταβιθα ℵA,C [50%] HF,OC,TR,CP,NU ¦ ταβειθα B

*9:40 ανεκαθισεν rell ¦ ανεκαθησεν [15%] ¦ ανεκαθεισεν A ¦ ανεκαθισαι [5%]

9:42 πολλοι επιστευσαν f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 21 𝕻53ℵA,B,C [4%] NU

9:43 αυτον ημερας ικανας μειναι f35 A [20%] ¦ ~ 2341 [79%] HF,RP,OC,TR,CP ¦ 234 𝕻53ℵB [1%] NU ¦ ~ 2 τινας 41 C