6
Enter deacons
1Ἐν δὲ ταῖς ἡμέραις ταύταις, πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· «Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς, καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. 3Ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης. 4Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.»
5Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον, προσήλυτον Ἀντιοχέα, 6οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων· καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
7Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει. 8Στέφανος δέ, πλήρης πίστεως καὶ δυνάμεως, ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
Stephen in a kangaroo court
9Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς Συναγωγῆς τῆς λεγομένης Λιβερτίνων (καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας), συζητοῦντες τῷ Στεφάνῳ. 10Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι ᾧ ἐλάλει.
11Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι «Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν.» 12Συνεκίνησάν τε τὸν λαόν, καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς· καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον· 13ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· «Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· 14ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωσῆς.» 15Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
Notes
*6:2
ειπον rell ¦ ειπαν A,B,C [2%] NU
†6:3
ουν f35 C [98%] HF,RP,OC,TR,CP ¦ δε ℵB [1%] NU ¦ δη A ¦ — D
‡6:3
πληρεις rell ¦ πληρης [15%]
§6:3
αγιου f35 A,C [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻8(ℵ)B,D [3%] NU
*6:3
καταστησομεν f35 𝕻8ℵA,B,C,D [60%] OC,TR,CP,NU ¦ καταστησωμεν [40%] HF,RP
†6:4
προσκαρτερησομεν rell ¦ προσκαρτερησωμεν [50%] ¦ προσκαρτερουντες D
‡6:5
πληρη f35 B [40%] OC,TR,CP ¦ πληρης ℵA,C,D [45%] HF,RP,NU ¦ πληρις [12%] ¦ πληρεις [3%] (The accusative is correct.)
§6:5
προχορον rell ¦ προχωρον [12%]
*6:5
τιμωνα rell ¦ τιμονα [35%] ¦ τειμωνα B,D
†6:7
υπηκουον rell ¦ υπηκουεν A [14%] ¦ two other variants
‡6:8
πιστεως f35 (78.8%) HF,RP,OC,TR,CP ¦ χαριτος 𝕻8,45vℵA,B,D,0175 (19.7%) NU ¦ πνευματος (0.4%) ¦ four conflations (1.1%)
§6:9
κυρηναιων rell ¦ κυριναιων [13%] ¦ κυρυναιων A ¦ κυρηνεων D ¦ one other variant
*6:11
μωσην f35 [55%] HF,RP,TR ¦ μωυσην 𝕻8ℵA,B,C,D [45%] OC,CP,NU
†6:13
ρηματα βλασφημα λαλων f35 [93%] HF,RP,OC,TR,CP ¦ ~ 31 𝕻8v,45vℵB,C,0175 [3%] NU ¦ 13 A,D ¦ ~ 312 [3%]
‡6:13
αγιου f35 ℵA,D,0175 [90%] HF,RP,OC,CP ¦ 1 τουτου (𝕻8)B,C [10%] TR[NU]
§6:14
μωσης f35 A [60%] HF,RP,TR,CP ¦ μωυσης ℵB,C,D,0175 [40%] OC,NU
*6:15
απαντες f35 [95%] HF,RP,OC,TR,CP ¦ παντες ℵA,B,C,D,0175 [5%] NU