The case of Cornelius
1Ἀνὴρ δέ τις ἦν ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρας τῆς καλουμένης Ἰταλικῆς, 2εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός. 3Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ, «Κορνήλιε.» 4Ὁ δέ, ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος, εἶπεν, «Τί ἐστιν, Κύριε;» Εἶπεν δὲ αὐτῷ· «Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. 5Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος· 6οὗτος ξενίζεται παρά τινι Σίμωνι, βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.» 7Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, 8καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
God prepares Peter
9Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. 10Ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων, ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἔκστασις, 11καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον ἐπ᾿ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην—τέσσαρσιν ἀρχαῖς δεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς γῆς— 12ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα τῆς γῆς (καὶ τὰ θηρία καὶ τὰ ἑρπετά) καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 13Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, «Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.» 14Ὁ δὲ Πέτρος εἶπεν· «Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.» 15Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, «Ἃ ὁ Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.» 16Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
The messengers arrive
17Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, καὶ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, 18καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται. 19Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ Πνεῦμα· «Ἰδού, ἄνδρες ζητοῦσίν σε· 20ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς.» 21Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας, εἶπεν· «Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε. Τίς ἡ αἰτία δι᾿ ἣν πάρεστε;» 22Οἱ δὲ εἶπον· «Κορνήλιος, ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.» 23Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν.
On to Caesarea
Τῇ δὲ ἐπαύριον ὁ Πέτρος ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ· 24καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. 25Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. 26Ὁ δὲ Πέτρος ἤγειρεν αὐτόν, λέγων· «Ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι.» 27Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς. 28Ἔφη τε πρὸς αὐτούς· «Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον. 29Διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με;»
30Καὶ ὁ Κορνήλιος ἔφη· «Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων· καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ 31καί φησιν· ‹Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ. 32Πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος. Οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος, βυρσέως, παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.› 33Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε, σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν, πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.»
Peter preaches
34Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν· «Ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ Θεός, 35ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν. 36Τὸν λόγον ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ—οὗτός ἐστιν πάντων Κύριος— 37ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα, ὃ ἐκήρυξεν Ἰωάννης· 38Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ 39—καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν, ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ—ὃν καὶ ἀνεῖλον, κρεμάσαντες ἐπὶ ξύλου. 40Τοῦτον ὁ Θεὸς ἤγειρεν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, 41οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. 42Καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ Κριτὴς ζώντων καὶ νεκρῶν. 43Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.»
The Holy Spirit falls
44Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. 45Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται· 46ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν. Τότε ἀπεκρίθη ὁ Πέτρος· 47«Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς;» 48Προσέταξέν τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

Notes


*10:1 ην f35 [65%] HF,RP,TR,CP ¦ — ℵA,B,C [35%] OC,NU

10:1 σπειρας f35 B [45%] ¦ σπειρης ℵA,C [55%] HF,RP,OC,TR,CP,NU

10:2 τε f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [4%] NU

§10:3 ωσει f35 [85%] HF,RP,OC,TR ¦ 1 περι A,B,C [5%] NU ¦ ως [6%] CP ¦ ως περι ℵ [3%] ¦ περι [1%]

*10:3 ενατην f35 ℵA,B,C [65%] HF,RP,OC,NU ¦ εννατην [35%] CP,TR

10:4 ενωπιον f35 C [97%] HF,RP,OC,TR,CP ¦ εμπροσθεν ℵA,B [3%] NU

10:5 εις ιοππην ανδρας f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 312 ℵA,B,C [5%] NU

§10:5 σιμωνα f35 ℵ [97%] HF,RP,OC,TR ¦ 1 τινα A,B,C [3%] CP,NU

*10:5 ος επικαλειται πετρος f35 ℵ(A)B,C [20%] CP,TR,NU ¦ τον επικαλουμενον πετρον [80%] HF,RP,OC

10:6 θαλασσαν f35 ℵA,B,C [95%] HF,RP,OC,CP,NU ¦ 1 ουτος λαλησει σοι τι σε δει ποιειν [5%] TR

10:7 ο rell ¦ — [30%]

§10:7 τω κορνηλιω f35 [95%] HF,RP,OC,TR,CP ¦ αυτω ℵA,B,C [5%] NU

*10:7 αυτου f35 [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [3%] NU

10:8 αυτοις απαντα f35 C [96%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B [4%] NU

10:8 την rell ¦ — [8%] CP

§10:10 εκεινων f35 [93%] HF,RP,OC,TR,CP ¦ αυτων 𝕻45ℵA,B,C [7%] NU

*10:10 επεπεσεν f35 (78.4%) HF,RP,OC,TR,CP ¦ επεσεν (10.4%) ¦ εγενετο ℵA,B,C (11%) NU ¦ ηλθεν 𝕻45

10:11 καταβαινον επ αυτον f35 [92%] HF,RP,OC,TR,CP ¦ 1 ℵA,B,C [7%] NU ¦ — 𝕻45 [1%]

10:11 δεδεμενον και καθιεμενον f35 (𝕻45)(C) (92.5%) HF,RP,OC,TR,CP ¦ 3 ℵA(B) (4.1%) NU ¦ 1 (1.1%) ¦ δεδεμενην 2 καθιεμενην (1.3%) ¦ conflations (0.9%) ¦ one other variant (0.2%)

§10:12 τετραποδα της γης και τα θηρια και τα ερπετα και τα πετεινα f35 (80.9%) HF,RP,OC,TR,CP ¦ ~ 1,4-9,2-3, 10-12 C (7.5%) ¦ ~ 1,7-9,2-3,10-12 (4.3%) ¦ ~ 1,7,9,2-3,10,12 𝕻45vℵA,B (1.5%) NU ¦ 1,2-5,9-12 (0.6%) ¦ six variations place the five nouns—quadrupeds, earth, beasts, reptiles, birds—in different sequences (3%) ¦ two conflations (0.9%) ¦ two other variants (1.3%)

*10:14 η f35 C [95%] HF,RP,OC,TR,CP ¦ και 𝕻45ℵA,B [5%] NU

10:16 τρις rell ¦ τρεις ℵA [25%]

10:16 παλιν f35 (D) [96%] HF,RP,OC,TR,CP ¦ ευθυς ℵA,B,C [4%] NU ¦ — 𝕻45 [1%]

§10:16 ανεληφθη f35 [97%] HF,RP,OC,TR,CP ¦ ανελημφθη 𝕻45ℵA,B(D) [3%] NU

*10:17 και f35 C,D [96%] HF,RP,OC,TR,CP ¦ — 𝕻45ℵA,B [4%] NU

10:17 υπο f35 ℵB [30%] NU ¦ απο A,C,D [70%] HF,RP,OC,TR,CP

10:17 διερωτησαντες f35 𝕻45ℵA,B,C,D [95%] HF,RP,OC,TR,NU ¦ 1 και μαθοντες [5%] CP

§10:17 οικιαν f35 [92%] HF,RP,OC,TR,CP ¦ 1 του 𝕻45ℵA,B,C,D [8%] NU

*10:18 ο rell ¦ — CP

10:18 επικαλουμενος rell ¦ καλουμενος [12%]

10:19 διενθυμουμενου rell ¦ ενθυμουμενου [5%] TR ¦ διενθυμενου ℵ

§10:19 αυτω το πνευμα f35 𝕻45D,0244 (95.8%) HF,RP,OC,TR,CP[NU] ¦ ~ 231 ℵA(C) (4%) ¦ 23 B

*10:19 ανδρες f35 D [95%] HF,RP ¦ 1 τρεις (ℵ)A(C) [5%] OC,TR,CP,NU ¦ 1 δυο B (OC is in small print)

10:19 ζητουσιν f35 𝕻45A,C,D [98%] HF,RP,OC,TR,CP ¦ ζητουντες ℵB [2%] NU

10:20 αλλα rell ¦ αλλ [13%]

§10:20 διοτι f35 [90%] HF,RP,OC,TR,CP ¦ οτι ℵA,B,C,D [10%] NU

*10:21 δε rell ¦ 1 ο (D) [10%]

10:21 τους ανδρας f35 𝕻45vℵA,B [65%] HF,RP,OC,NU ¦ αυτους C ¦ 12 τους απεσταλμενους απο (+του [5%] TR) κορνηλιου προς αυτον (αυτους [15%]) (−π.α. CP) [35%] (CP)(TR)

10:21 ειπεν rell ¦ 1 προς αυτους CP

§10:22 ειπον rell ¦ ειπαν ℵA,B,C [2%] NU

*10:22 ολου rell ¦ οχλου CP

10:22 αγγελου f35 [20%] ¦ 1 αγιου ℵA,B,C,D [80%] HF,RP,OC,TR,CP,NU

10:23 επαυριον f35 [80%] HF,RP,TR,CP ¦ 1 αναστας 𝕻45ℵA,B,C,D [20%] OC,NU

§10:23 ο πετρος f35 C [92%] HF,RP,TR,CP ¦ — ℵA,B,D [8%] OC,NU

*10:23 απο f35 ℵA,B,C,D [95%] HF,RP,CP,NU ¦ 1 της [5%] OC,TR (OC is in small print)

10:24 και τη f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 2 δε ℵA,B,C,D [4%] NU

10:24 εισηλθον f35 A [89%] HF,RP,OC,TR,CP ¦ εισηλθεν B,D [10%] NU ¦ εισηλθαν ℵC [1%]

§10:25 του f35 ℵA,B,C (87.6%) HF,RP,OC,NU ¦ — (12.2%) TR,CP ¦ a long addition D

*10:25 εισελθειν τον πετρον f35 (ℵ)(A)B,C (81.9%) HF,RP,OC,TR,NU ¦ 13 (1.7%) ¦ ελθειν 23 (15%) CP ¦ ελθειν 3 (1.3%) ¦ a long addition D

10:26 ηγειρεν αυτον f35 ℵA,B,C,D [25%] HF,CP,NU ¦ ~ 21 [75%] RP,OC,TR

10:26 καγω αυτος f35 A [93%] HF,RP,OC,TR,CP ¦ και εγω 2 ℵB [1%] NU ¦ και 2 εγω C ¦ 1 D ¦ και γαρ εγω 2 [4%] ¦ και γαρ εγω [1%]

§10:28 αθεμιτον rell ¦ αθεμητον [12%] ¦ αθεμιστον D

*10:28 και εμοι f35 [96%] HF,RP,OC,TR,CP ¦ καμοι ℵA,B,C,D [4%] NU

10:29 μετεπεμψασθε rell ¦ μετεπεμψασθαι ℵA,D [15%]

10:30 νηστευων και την f35 𝕻50 (95.2%) HF,RP,OC,TR,CP ¦ 13 D (0.4%) ¦ 1 (1.1%) ¦ 3 ℵA,B,C (3.4%) NU

§10:30 ενατην rell ¦ εννατην [35%] CP,TR

*10:30 ωραν f35 (94.7%) HF,RP,OC,TR,CP ¦ — 𝕻50ℵA,B,C (4%) NU ¦ και (1.1%) ¦ τε D

10:32 ος παραγενομενος λαλησει σοι f35 C,D (94.1%) HF,RP,OC,TR,CP ¦ — 𝕻45ℵA,B (4.6%) NU ¦ three other variants (1.3%)

10:33 θεου f35 D [95%] HF,RP,OC,TR,CP ¦ κυριου 𝕻45ℵA,B,C [5%] NU

§10:34 στομα rell ¦ 1 αυτου A,C [5%] OC (in small print)

*10:34 προσωποληπτης rell ¦ προσωπολημπτης 𝕻45ℵA,B,C,D [3%] NU ¦ three further spellings

10:35 εθνει rell ¦ εθνη [25%] ¦ εθνι ℵD

10:36 ον f35 ℵC,D [98%] HF,RP,OC,TR,CP[NU] ¦ — A,B [2%]

§10:37 αρξαμενον f35 𝕻45 [93%] HF,RP,OC,TR,CP ¦ αρξαμενος ℵ(A)B,C(D) [7%] NU

*10:38 ναζαρετ f35 A [80%] HF,RP,OC,TR,CP ¦ ναζαρεθ 𝕻45ℵB,C,D [20%] NU

10:39 εσμεν f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [4%] NU

10:39 εν f35 ℵA,C [95%] HF,RP,OC,TR,CP[NU] ¦ — B,D [5%]

§10:39 και f35 ℵA,B,C [95%] HF,RP,OC,CP,NU ¦ — [5%] TR

*10:39 ανειλον rell ¦ ανειλαν (ℵ)A,B,C,D [4%] NU

10:40 ηγειρεν f35 A,B [99%] HF,RP,OC,TR,CP ¦ 1 εν ℵC [1%] [NU] ¦ 1 μετα (D)

10:42 αυτος f35 ℵA [90%] HF,RP,OC,TR,CP ¦ ουτος B,C,D [10%] NU

§10:44 ετι rell ¦ 1 δε [15%]

*10:45 συνηλθον rell ¦ συνηλθαν ℵB,NU

10:46 ο f35 D [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [3%] NU

10:47 κωλυσαι δυναται τις f35 (88.1%) HF,RP,OC,TR,CP ¦ ~ 231 (7.4%) ¦ ~ 213 ℵA,B (3.2%) NU ¦ ~ 132 (D) (0.6%) ¦ two other readings (0.6%)

§10:47 ως f35 ℵA,B [25%] NU ¦ καθως [75%] HF,RP,OC,TR,CP ¦ ωσπερ D

*10:48 τε f35 A [95%] HF,RP,OC,TR,CP ¦ δε ℵB [5%] NU ¦ τοτε (D)

10:48 βαπτισθηναι εν τω ονοματι του κυριου ιησου f35 [35%] CP ¦ 123456 [57%] HF,RP,OC,TR ¦ 12347 χριστου [5%] ¦ ~ 2347 χριστου 1 ℵA,B [2%] NU ¦ 1234567 χριστου D [1%]