Consolidation of the Gentile Church
Corinth
1Μετὰ δὲ ταῦτα χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. 2Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ (διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἐκ τῆς Ῥώμης), προσῆλθεν αὐτοῖς· 3καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενεν παρ᾿ αὐτοῖς καὶ εἰργάζετο (ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην).
4Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας. 5Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ Πνεύματι ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις· τὸν Χριστὸν Ἰησοῦν. 6Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· «Τὸ αἷμα ὑμῶν ἐπὶ τὰς κεφαλὰς ὑμῶν· καθαρὸς ἐγώ. Ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.»
The house of Justus becomes the base
7Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. 8Κρίσπος δέ, ὁ ἀρχισυνάγωγος, ἐπίστευσεν τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων, ἀκούοντες, ἐπίστευον καὶ ἐβαπτίζοντο. 9Εἶπεν δὲ ὁ Κύριος δι᾿ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ· «Μὴ φοβοῦ· ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, 10διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστίν μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.» 11Ἐκάθισέν τε ἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.
Gallio
12Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, 13λέγοντες ὅτι «Παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.» 14Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· «Εἰ μὲν οὖν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· 15εἰ δὲ ζήτημά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾿ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι.» 16Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17Ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἕλληνες Σωσθένην, τὸν ἀρχισυνάγωγον, ἔτυπτον ἔμπροσθεν τοῦ βήματος. Καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελλεν.
To Ephesus and Antioch
18Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας (κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς, εἶχεν γὰρ εὐχήν). 19Κατήντησεν δὲ εἰς Ἔφεσον κἀκείνους κατέλιπεν αὐτοῦ (αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθη τοῖς Ἰουδαίοις). 20Ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι παρ᾿ αὐτοῖς, οὐκ ἐπένευσεν· 21ἀλλ᾿ ἀπετάξατο αὐτοῖς εἰπών, «Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα· πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος.» Καὶ ἀνήχθη ἀπὸ τῆς Ἐφέσου.
22Καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. 23Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς.
Apollos
24Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς. 25Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ Πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου. 26Οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν.
27Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· 28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν Γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.

Notes


*18:1 δε f35 (D) [92%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [8%] NU

18:1 ο παυλος f35 A (98.3%) HF,RP,OC,TR,CP ¦ — ℵB(D) (1.7%) NU

18:2 διατεταχεναι f35 A,B [67%] OC,TR,CP,NU ¦ τεταχεναι D [20%] HF,RP ¦ διατεταχθεναι [3%] ¦ προστεταχεναι [10%] ¦ τεχεναι ℵ

§18:2 εκ f35 [90%] HF,RP,TR,CP ¦ απο ℵA,B,D [10%] OC,NU

*18:3 εμενεν rell ¦ εμεινεν [55%] OC ¦ εμινεν [1%]

18:3 ειργαζετο f35 (91.6%) HF,RP,OC,TR,CP ¦ ηργαζετο A,D (7.8%) NU ¦ ηργαζοντο ℵB (alone) ¦ one other variant

18:3 την τεχνην f35 [83%] HF,RP,TR,CP ¦ τη τεχνη ℵA,B [17%] OC,NU ¦ — D

§18:5 πνευματι f35 (93.9%) HF,RP,OC,TR,CP ¦ λογω ℵA,B,D (6.1%) NU

*18:5 ιουδαιοις f35 [94%] HF,RP,OC,TR,CP ¦ 1 ειναι ℵ(A)B,D [6%] NU

18:6 εκτιναξαμενος rell ¦ εκτειναξαμενος [17%] ¦ one other variant

18:6 τας κεφαλας f35 [20%] ¦ την κεφαλην ℵA,B [80%] HF,RP,OC,TR,CP,NU

§18:7 ηλθεν f35 B [95%] HF,RP,OC,TR,CP ¦ εισηλθεν ℵA,D [5%] NU

*18:7 ονοματι f35 A [95%] HF,RP,OC,TR,CP ¦ 1 τιτιου B [1%] NU ¦ 1 τιτου ℵ [4%]

18:8 ακουοντες f35 ℵA,B [50%] HF,RP,OC,TR,CP,NU ¦ ακουσαντες [50%]

18:9 δι οραματος εν νυκτι f35 (D) [92%] HF,RP,OC,TR,CP ¦ ~ 3412 ℵB [3%] NU ¦ εν οραματι 34 [5%] ¦ εν οραματι A

§18:11 τε f35 [94%] HF,RP,OC,TR,CP ¦ δε ℵA,B [5%] NU ¦ ται [1%] ¦ και (D)

*18:12 ανθυπατευοντος f35 [95%] HF,RP,OC,TR,CP ¦ ανθυπατου οντος ℵA,B,D [3%] NU ¦ two other variants [2%]

18:12 ομοθυμαδον οι ιουδαιοι rell ¦ ~ 231 B [14%]

18:13 αναπειθει ουτος f35 ℵ(A)B [25%] NU ¦ ~ 21 D [65%] HF,RP,OC,TR,CP ¦ ~ 1 πειθει [10%]

§18:14 ουν f35 [85%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,D [15%] NU

*18:14 ην αδικημα τι rell ¦ ~ 231 [3%] CP ¦ 23 [3%]

18:14 ηνεσχομην f35 [97%] HF,RP,OC,TR,CP ¦ ανεσχομην ℵA,B [3%] NU

18:15 ζητημα f35 D [94%] HF,RP,OC,TR,CP ¦ ζητηματα ℵA,B [6%] NU

§18:15 γαρ f35 [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,D [3%] NU

*18:17 οι ελληνες f35 D (96.4%) HF,RP,OC,TR,CP ¦ 1 ιουδαιοι (1.9%) ¦ — ℵA,B (1.7%) NU

18:17 εμελλεν f35 ℵ [85%] HF,RP,CP ¦ εμελεν A,B [14%] OC,TR,NU ¦ ημελλεν [1%] ¦ — D (Is the verb μελλω or μελω? If the former, the meaning is not common and could easily give rise to the latter. Render: ‘None of this was a delay to Gallio’; Gallio is in the dative. Gallio presumably considered himself to be a busy man and did not appreciate the interruption; he was not about to allow himself to be further delayed. In 22:16 the same verb has the sense of ‘delay’.)

18:18 την κεφαλην εν κεγχρεαις (κεχρεαις 20%) f35 D [96%] HF,RP,OC,TR(CP) ¦ ~ 3412 (ℵ)(A,B) [4%] NU

§18:19 κατηντησεν f35 [98%] HF,RP,OC,TR,CP ¦ κατηντησαν ℵA,B [2%] NU ¦ καταντησας D

*18:19 κακεινους f35 ℵA,B [29%] OC,TR,CP,NU ¦ και εκεινους [70%] HF,RP ¦ κακει [1%] ¦ εκεινους D

18:19 κατελιπεν rell ¦ κατελειπεν A [25%]

18:19 διελεχθη f35 [94%] HF,RP,OC,TR,CP ¦ διελεξατο ℵA,B [3%] NU ¦ διελεγχθη [2%] ¦ διελεγετο D [1%]

§18:20 αυτων rell ¦ αυτον [15%]

*18:20 παρ αυτοις f35 D (91.5%) HF,RP,OC,TR,CP ¦ — ℵA,B (8.5%) NU

18:21 αλλ rell ¦ αλλα ℵA,B,D [40%] OC,CP

18:21 απεταξατο αυτοις f35 [96%] HF,RP,OC,TR,CP ¦ αποταξαμενος και ℵA,B,D [2%] NU ¦ αποταξαμενος 2 και [2%]

§18:21 δει με παντως την εορτην την ερχομενην ποιησαι εις ιεροσολυμα f35 (D) [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [3%] NU

*18:21 δε f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B(D) [4%] NU

18:21 και ανηχθη f35 [96%] HF,OC,TR,CP ¦ 2 A,B,D [3%] RP,NU ¦ ~ 2 δε ℵ (0.4%) (TuT is way off here)

18:23 παντας τους μαθητας rell ¦ ~ 231 CP ¦ 23 [2%]

§18:24 ονοματι rell ¦ ονομα CP

*18:25 ιησου f35 ℵA,B(D) [35%] NU ¦ κυριου [65%] HF,RP,OC,TR,CP

18:26 ακυλας και πρισκιλλα f35 D [98%] HF,RP,OC,TR,CP ¦ ~ 321 (ℵ)A,B [2%] NU

18:26 εξεθεντο rell ¦ εξεθετο [12%] ¦ εξεθοντο D

§18:26 του θεου οδον f35 [86%] HF,RP,TR ¦ ~ 312 ℵA,B [5%] OC,CP[NU] ¦ 1 κυριου 3 [5%] ¦ ~ 31 κυριου [2%] ¦ ~ λογον 1 κυριου [2%] ¦ 3 D