Malta
1Καὶ διασωθέντες, τότε ἐπέγνωσαν ὅτι Μελίτη ἡ νῆσος καλεῖται. 2Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ἀνάψαντες γὰρ πυράν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. 3Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἐκ τῆς θέρμης ἐξελθοῦσα καθήψατο τῆς χειρὸς αὐτοῦ. 4Ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους, «Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκη ζῆν οὐκ εἴασεν.» 5Ὁ μὲν οὖν, ἀποτιναξάμενος τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν. 6Οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι, ἢ καταπίπτειν ἄφνω νεκρόν· ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλλόμενοι ἔλεγον θεὸν αὐτὸν εἶναι.
7Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. 8Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν. 9Τούτου οὖν γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο· 10οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν.
Rome
11Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις. 12Καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς· 13ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον. Καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους, 14οὗ εὑρόντες ἀδελφούς, παρεκλήθημεν ἐπ᾿ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά—καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν. 15Κἀκεῖθεν οἱ ἀδελφοί, ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν ἄχρις Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβεν θάρσος.
16Ὅτε δὲ ἤλθομεν εἰς Ῥώμην, ὁ ἑκατόνταρχος παρέδωκεν τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ᾿ ἑαυτόν, σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
Paul and the Jews
17Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν, ἔλεγεν πρὸς αὐτούς· «Ἄνδρες ἀδελφοί, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσιν τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων, 18οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. 19Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα· οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι. 20Διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.» 21Οἱ δὲ πρὸς αὐτὸν εἶπον· «Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι πονηρὸν περὶ σοῦ. 22Ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης, γνωστόν ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.»
23Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ Νόμου Μωϋσέος καὶ τῶν Προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. 24Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν.
25Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι «Καλῶς τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησεν διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν, 26λέγον· ‹Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἶπον, «Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε»· 27ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσωμαι αὐτούς.› 28Γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ καὶ ἀκούσονται.» 29Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.,
Two tranquil years
30Ἔμεινεν δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, 31κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παρρησίας, ἀκωλύτως.

Notes


*28:1 επεγνωσαν f35 [95%] HF,RP,OC,TR,CP ¦ επεγνωμεν ℵA,B,C [4%] NU ¦ two other variants

28:2 δε f35 ℵ [92%] HF,RP,OC,TR,CP ¦ τε A,B,C [8%] NU

28:2 αναψαντες f35 [94%] HF,RP,OC,TR,CP ¦ αψαντες ℵA,B,C [6%] NU

§28:2 δια rell ¦ — ℵ [15%]

*28:3 φρυγανων f35 ℵ [95%] HF,RP,OC,TR,CP ¦ 1 τι A,B,C [5%] NU

28:3 εκ f35 [70%] HF,RP,TR,CP ¦ απο ℵA,B,C [30%] OC,NU

28:3 εξελθουσα f35 ℵA,B,C [35%] TR,NU ¦ διεξελθουσα [65%] HF,RP,OC,CP

§28:3 καθηψατο f35 C [25%] ¦ καθηψεν ℵA,B [72%] HF,RP,OC,TR,CP,NU ¦ καθεικε [3%]

*28:4 κρεμαμενον rell ¦ κρεμμαμενον [15%]

28:4 ελεγον προς αλληλους f35 [92%] HF,RP,OC,TR,CP ¦ ~ 231 ℵA,B,C [8%] NU

28:5 αποτιναξαμενος f35 A [55%] ¦ αποτιναξας ℵB [45%] HF,RP,OC,TR,CP,NU

§28:6 μεταβαλλομενοι f35 ℵ [87%] HF,RP,OC,TR,CP ¦ μεταβαλομενοι A,B [13%] NU

*28:6 θεον αυτον ειναι f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 213 [2%] ¦ ~ 231 ℵB [2%] NU ¦ ~ 321 A

28:8 δυσεντερια f35 [50%] HF,RP,TR,CP ¦ δυσεντεριω ℵA,B [50%] OC,NU

28:8 προσευξαμενος rell ¦ 1 και [2%] OC

§28:9 ουν f35 [92%] HF,RP,OC,TR,CP ¦ δε ℵA,B [8%] NU

*28:9 εχοντες ασθενειας εν τη νησω f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 34512 ℵA,B [5%] NU

28:10 την χρειαν f35 [90%] HF,RP,OC,TR,CP ¦ τας χρειας ℵA,B [10%] NU

28:11 ανηχθημεν f35 ℵA,B [70%] HF,OC,TR,NU ¦ ηχθημεν [30%] RP,CP

§28:11 αλεξανδρινω rell ¦ αλεξανδρηνω [12%] CP

*28:13 περιελθοντες f35 A [95%] HF,RP,OC,TR,CP ¦ περιελοντες ℵB [5%] NU

28:14 επ f35 [95%] HF,RP,OC,TR,CP ¦ παρ ℵA,B [5%] NU

28:14 επιμειναι rell ¦ επιμειναντες [15%]

§28:14 ηλθομεν rell ¦ ηλθωμεν [9%] ¦ ηλθαμεν ℵ(A)B [1%] NU ¦ εισηλθομεν [3%]

*28:15 εξηλθον f35 [96%] HF,RP,OC,TR,CP ¦ ηλθαν ℵB,NU ¦ ηλθον A [3%]

28:15 ημιν rell ¦ ημων [30%] ¦ υμιν ℵ

28:15 αχρις f35 [97%] HF,OC,TR,CP ¦ αχρι ℵA,B [3%] RP,NU ¦ αχριμ ℵ

§28:16 ηλθομεν f35 [90%] HF,RP,OC,TR,CP ¦ εισηλθομεν ℵ(A)B [5%] NU ¦ ηλθον [5%]

*28:16 ο εκατονταρχος (εκατονταρχης OC) παρεδωκεν τους δεσμιους f35 (95.3%) HF,RP(OC)TR,CP ¦ — ℵA,B (4.7%) NU

28:16 τω στρατοπεδαρχη f35 (72.2%) RP,OC,TR,CP ¦ 1 στρατοπεδαρχω (22.9%) HF ¦ — ℵA,B (4.9%) NU

28:16 τω δε παυλω επετραπη f35 (95.3%) HF,RP,OC,TR,CP ¦ ~ 413 ℵA,B (4.7%) NU

§28:16 αυτον rell ¦ αυτω [15%]

*28:17 τον παυλον f35 [93%] HF,RP,OC,TR,CP ¦ αυτον ℵA,B [7%] NU

28:17 ανδρες αδελφοι εγω f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 312 A,B [5%] NU ¦ λεγων 12 ℵ

28:18 εβουλοντο rell ¦ ηβουλοντο [15%]

§28:19 κατηγορησαι f35 [95%] HF,RP,OC,TR,CP ¦ κατηγορειν ℵA,B [5%] NU

*28:20 υμας ιδειν rell ¦ ~ 21 CP

28:21 ειπον rell ¦ ειπαν ℵA,B [15%] NU

28:21 πονηρον περι σου f35 [20%] ¦ ~ 231 ℵA,B [80%] HF,RP,OC,TR,CP,NU

§28:22 παρα σου ακουσαι rell ¦ ~ 312 ℵ [13%]

*28:22 εστιν ημιν f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B [5%] NU

28:23 ηκον f35 [95%] HF,RP,OC,TR,CP ¦ ηλθον ℵ(A)B [5%] NU

28:23 πειθων rell ¦ πειθον [15%] ¦ πιθων ℵ

§28:23 τα f35 [90%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [10%] NU

*28:23 μωυσεος f35 [25%] ¦ μωσεως A [35%] HF,RP,OC,TR,CP ¦ μωυσεως ℵB [40%] NU

28:25 ημων f35 [78%] HF,RP,OC,TR,CP ¦ υμων ℵ(A)B [22%] NU

28:26 λεγον f35 A [55%] HF,RP,OC,TR,CP ¦ λεγων ℵB [45%] NU

§28:26 ειπον rell ¦ ειπε [5%] TR

*28:26 ακουσετε rell ¦ ακουσητε A [20%] ¦ ακουσεται [6%]

28:26 συνητε rell ¦ συνειτε [20%]

28:27 εκαμμυσαν rell ¦ εκαμυσαν [5%] CP

§28:27 ιασωμαι f35 [40%] TR,CP ¦ ιασομαι ℵA,B [60%] HF,RP,OC,NU

*28:28 απεσταλη f35 [95%] HF,RP,TR,CP ¦ 1 τουτο ℵA,B [5%] OC,NU (OC is in small print)

28:29 whole verse f35 (95.3%) HF,RP,OC,TR,CP ¦ — ℵA,B (4.7%) NU

28:29 συζητησιν rell ¦ ζητησιν [1%] CP

§28:30 εμεινεν f35 A [96%] HF,RP,OC,TR,CP ¦ ενεμεινεν B [4%] NU ¦ ενεμειναν ℵ

*28:30 ο παυλος f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [5%] NU

28:31 χριστου rell ¦ — ℵ [12%]

28:31 The citation of f35 is based on thirty-five MSS—18, 35, 141, 201, 204, 386, 394, 444, 824, 928, 986, 1072, 1075, 1100, 1249, 1482, 1503, 1548, 1617, 1652, 1732, 1761, 1855, 1856, 1864, 1865, 1876, 1897, 2080, 2261, 2352, 2466, 2554, 2587 and 2723—all of which I collated myself. None of them is a ‘perfect’ representative of f35 in Acts, as it stands [an unreasonable expectation, presumably, for a book this size]. For all that, several come quite close! Of the MSS I have collated [there may be better ones yet to be done], 1864 deviates from the presumed family profile five times, 18 seven times and 2723 eight times. Turning to their exemplars, that of 35 was off by two, that of 18 and 1864 by three, that of 2723 by four, that of 1865 by five, and that of 824, 1503 and 1897 by six. The uniformity is impressive. Since these MSS come from all over the Mediterranean world (Sinai, Jerusalem, Patmos, Constantinople, Bucharest, Aegean, Trikala, Meteora, Athens, Mt. Athos [seven different monasteries], Grottaferrata, Vatican, Kalavryta, etc.) they are certainly representative of the family, giving us the precise family profile—it is reflected in the Text without exception. In the statements of evidence I have included the percentage of manuscript attestation for each variant within either ( ) or [ ]. I have used ( ) for the evidence taken from TuT, which I take to be reasonably precise. For the variant sets that are not covered there I used Reuben Swanson’s excellent collations (New Testament Greek Manuscripts: Acts [Ed. Reuben Swanson, Pasadena, CA: William Carey International University Press, 1998]). For Acts Swanson collated 60 MSS, thirteen being fragmentary (for any given variant set there will usually be at least 45 MSS listed), and I occasionally supplemented from Scrivener and von Soden—the percentages offered, I have used [ ] for these, are extrapolations based on a comparison of these sources. I venture to predict, if complete collations ever become available, that for any non-Byzantine variants listed with 5 to 1% support (in my apparatus) the margin of error should not exceed ±2%; for non-Byzantine variants listed with 10 to 6% support the margin of error should hardly exceed ±4%; where there is some division among the Byzantine witnesses the margin of error should rarely exceed ±15%—since Swanson collated considerably fewer MSS for Acts than he did for Paul’s epistles, and since I find TuT to be less trustworthy here than in other books, my guesses as to percentages are more tentative than usual, except that I guarantee the witness of f35. For further information please see the final footnote for Matthew.