17
Thessalonica
1Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων. 2Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν Γραφῶν, 3διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι «οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς ὃν ἐγὼ καταγγέλλω ὑμῖν.» 4Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολύ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
5Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες τῶν ἀγοραίων ἄνδρας τινὰς πονηρούς, καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν· ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον. 6Μὴ εὑρόντες δὲ αὐτούς, ἔσυρον τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι «Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν, 7οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσιν, βασιλέα ἕτερον λέγοντες εἶναι—Ἰησοῦν.» 8Ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα. 9Καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς.
Berea
10Οἱ δὲ ἀδελφοὶ εὐθέως, διὰ τῆς νυκτός, ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέρροιαν· οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν ἀπῄεσαν τῶν Ἰουδαίων. 11Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, καθ᾿ ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς εἰ ἔχοι ταῦτα οὕτως. 12Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων, γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν, οὐκ ὀλίγοι. 13Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βερροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ, σαλεύοντες τοὺς ὄχλους. 14Εὐθέως δέ, τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοί, πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν, ὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ. 15Οἱ δὲ καθιστῶντες τὸν Παῦλον ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτόν, ἐξῄεσαν.
Athens
16Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. 17Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. 18Τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν φιλοσόφων συνέβαλον αὐτῷ. Καί τινες ἔλεγον, «Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν;» Οἱ δέ, «Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι»—ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. 19Ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον λέγοντες· «Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; 20Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι.» 21(Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον.)
The Areopagus
22Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη· «Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ· 23διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο· ‹Ἀγνώστῳ Θεῷ.› Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν· 24Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος, οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, 25οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται, προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσιν ζωὴν καὶ πνοὴν κατὰ πάντα. 26Ἐποίησέν τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, 27ζητεῖν τὸν Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα· 28ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Ὡς καί τινες τῶν καθ᾿ ὑμᾶς ποιητῶν εἰρήκασιν, ‹Τοῦ γὰρ καὶ γένος ἐσμέν.› 29Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ—χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου—τὸ θεῖον εἶναι ὅμοιον. 30Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεός, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσιν πανταχοῦ μετανοεῖν, 31διότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν· πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.»
32Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον, «Ἀκουσόμεθά σου πάλιν περὶ τούτου.» 33Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. 34Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.
Notes
*17:1
και f35 [96%] HF,RP,OC,TR,CP ¦ 1 την ℵA,B [4%] NU
†17:1
η f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,D [4%] NU
‡17:2
διελεγετο f35 [92%] OC,TR,CP ¦ διελεξατο ℵA,B [5%] HF,RP,NU ¦ διελεχθη D [3%]
§17:3
ιησους ο χριστος f35 [20%] ¦ ~ 231 [75%] HF,RP,OC,TR,CP ¦ ~ 2321 B[NU] ¦ 13 ℵ [3%] ¦ ~ 31 A,D [2%]
*17:4
πληθος πολυ f35 ℵA,B,D [20%] NU ¦ ~ 21 [80%] HF,RP,OC,TR,CP
†17:5
προσλαβομενοι δε οι ιουδαιοι οι απειθουντες f35 [75%] HF,RP,CP ¦ ~ ζηλωσαντες 23456 και 1 [12%] ¦ ~ ζηλωσαντες 234 και 1 ℵA,B [5%] NU ¦ ~ ζηλωσαντες 2564 και 1 [3%] TR ¦ ~ ζηλωσαντες 234 και 156 [3%] ¦ ~ 12364 [2%] ¦ ~ 3264 συστρεψαντες D ¦ ~ 12364 OC
‡17:5
ανδρας τινας f35 A,B [20%] NU ¦ ~ 21 ℵ(D) [75%] HF,RP,OC,TR,CP ¦ 1 [5%]
§17:5
επισταντες τε f35 [90%] HF,RP,OC,TR,CP ¦ ~ και 1 ℵA,B(D) [5%] NU ¦ 1 [5%]
*17:5
ιασονος rell ¦ ιασωνος A,D [30%]
†17:5
αγαγειν f35 [89%] HF,RP,OC,TR,CP ¦ προαγαγειν ℵA,B [6%] NU ¦ αναγαγειν [3%] ¦ προσαγαγειν [2%] ¦ εξαγαγειν D
‡17:6
εσυρον rell ¦ εσυραν D [13%] ¦ ευρον ℵ ¦ one other variant
§17:6
τον f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,D [5%] NU
*17:6
ιασονα rell ¦ ιασωνα [30%] ¦ ισωναν D
†17:7
πρασσουσιν f35 ℵA,B,D [91%] HF,RP,OC,NU ¦ πραττουσιν [7%] TR,CP ¦ ταρασσουσιν [2%]
‡17:7
ετερον λεγοντες f35 ℵA,B [30%] OC,NU ¦ ~ 21 D [70%] HF,RP,TR,CP
§17:7
ειναι rell ¦ — CP
*17:9
ιασονος rell ¦ ιασωνος D [30%]
†17:10
δια της νυκτος f35 [95%] HF,RP,OC,TR,CP ¦ 13 𝕻45ℵB,D [4%] NU ¦ — A [1%]
‡17:10
τε rell ¦ — D [2%] CP ¦ two other variants [2%]
§17:10
βερροιαν f35 [30%] ¦ βεροιαν 𝕻45ℵA,B,D [70%] HF,RP,OC,TR,CP,NU
*17:10
απηεσαν των ιουδαιων f35 [95%] HF,RP,OC,CP ¦ ~ 231 ℵA,B,D [5%] TR,NU ¦ 23 𝕻45
†17:11
των rell ¦ 1 αλλων CP
‡17:11
θεσσαλονικη rell ¦ θεσαλονικη [22%] ¦ θεσσαλονεικη 𝕻45B ¦ two other spellings
§17:11
προθυμιας f35 𝕻45ℵA(D) [25%] NU ¦ 1 το B [75%] HF,RP,OC,TR,CP
*17:13
τη rell ¦ — [5%] CP
†17:13
βερροια f35 [30%] ¦ βεροια ℵA,B(D) [70%] HF,RP,OC,TR,CP,NU
‡17:13
κατηγγελη rell ¦ κατηγγελλη [15%] ¦ κατηγγελει [12%] ¦ three other variants [2%]
§17:13
σαλευοντες f35 𝕻45 (67.6%) HF,RP,OC,TR,CP ¦ σαλευσοντες [10%] ¦ 1 και ταρασσοντες ℵA,B(D) (22.2%) NU ¦ one other variant
*17:14
ως f35 [89%] HF,RP,OC,TR,CP ¦ εως ℵA,B [4%] NU ¦ — D [7%]
†17:14
υπεμενον f35 [76%] HF,RP,OC,TR,CP ¦ υπεμενεν [10%] ¦ υπεμειναν 𝕻45(ℵ)B [8%] NU ¦ υπεμεινεν A,D [3%] ¦ επεμειναν [2%] ¦ two other variants [1%]
‡17:14
δε f35 D [93%] HF,RP,OC,TR,CP ¦ τε 𝕻45ℵA,B [7%] NU
§17:15
καθιστωντες f35 [98%] HF,RP,OC,TR,CP ¦ καθιστανοντες A,B [1%] NU ¦ καθισπαντες ℵ ¦ καταστανοντες 𝕻45D
*17:15
αυτον f35 [88%] HF,RP,OC,TR,CP ¦ — 𝕻45ℵA,B,D [12%] NU
†17:15
και f35 A,D [97%] HF,RP,OC,TR,CP ¦ 1 τον 𝕻45ℵB [3%] NU
‡17:16
παρωξυνετο rell ¦ παροξυνετο [14%]
§17:16
θεωρουντι f35 D [87%] HF,RP,OC,TR,CP ¦ θεωρουντος ℵA,B [5%] NU ¦ θεορουντος [7%] ¦ θεωρουντες [1%]
*17:18
και f35 ℵA,B,D [85%] HF,RP,CP,NU ¦ — [15%] OC,TR
†17:18
επικουρειων rell ¦ επικουριων ℵA,B,D [22%]
‡17:18
των f35 D [93%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [7%] NU
§17:18
στωικων f35 B [60%] TR,CP ¦ στοικων ℵ,A,D [40%] HF,RP,OC,NU
*17:18
συνεβαλον f35 [50%] ¦ συνεβαλλον ℵA,B [50%] HF,RP,OC,TR,CP,NU ¦ συνελαβον D
†17:18
ευηγγελιζετο f35 ℵB [75%] HF,RP,CP,NU ¦ 1 αυτοις A [20%] OC ¦ αυτοις 1 [5%] TR ¦ — D
‡17:19
αυτου rell ¦ αυτον (D) [8%] ¦ του παυλου [5%] ¦ αυτους [3%]
§17:20
τι αν θελοι f35 D [89%] HF,RP,OC,TR,CP ¦ τινα θελει ℵA,B [4%] NU ¦ τινα 2 [2%] ¦ 12 θελει [5%]
*17:21
ευκαιρουν f35 [90%] HF,RP,OC,TR,CP ¦ ηυκαιρουν (ℵ)A,B,D [10%] NU
†17:21
και f35 [98%] HF,RP,OC,TR,CP ¦ η ℵA,B,D [2%] NU
‡17:21
ακουειν f35 D [98%] HF,RP,OC,TR,CP ¦ 1 τι ℵA,B [2%] NU
§17:22
ο f35 D [95%] HF,RP,OC,TR,CP[NU] ¦ — ℵA,B [5%]
*17:23
ον f35 (97.5%) HF,RP,OC,TR,CP ¦ ο ℵA,B,D (2.3%) NU
†17:23
τουτον f35 (98.3%) HF,RP,OC,TR,CP ¦ τουτο ℵA,B,D (1.7%) NU
‡17:23
καταγγελλω rell ¦ καταγγελω [25%] ¦ κατεγγελλω A
§17:24
κυριος υπαρχων f35 D [95%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B [5%] NU
*17:25
ανθρωπων f35 [95%] HF,RP,OC,TR,CP ¦ ανθρωπινων (ℵ)A,B,D [5%] NU
†17:25
αυτους διδους rell ¦ δους [18%]
‡17:25
κατα f35 [90%] HF,RP,OC,TR ¦ και τα A,B,D [8%] CP,NU ¦ και ℵ [1%] ¦ — [1%]
§17:26
αιματος f35 D (95.2%) HF,RP,OC,TR,CP ¦ — ℵA,B (4.4%) NU ¦ two other variants (0.4%)
*17:26
παν το προσωπον f35 [97%] HF,RP,OC,TR,CP ¦ παντος προσωπου ℵA,B,D [3%] NU
†17:26
προστεταγμενους rell ¦ προτεταγμενους D [5%] TR ¦ τεταγμενους [2%]
‡17:27
κυριον f35 [55%] HF,RP,OC,TR,CP ¦ θεον ℵA,B [45%] NU ¦ θειον D
§17:27
και γε f35 B [94%] HF,RP,OC,NU ¦ καιτοιγε ℵ [5%] TR,CP ¦ καιτοι A [1%] ¦ και τε D
*17:28
υμας rell ¦ ημας B [5%] CP
†17:30
πασιν f35 [97%] HF,RP,OC,TR,CP ¦ παντας ℵA,B [3%] NU ¦ παντες D
‡17:31
διοτι f35 [90%] HF,RP,OC,TR,CP ¦ καθοτι ℵA,B,D [10%] NU
§17:31
παρασχων rell ¦ παρασχειν CP ¦ παρεσχειν D ¦ one other variant
*17:32
ειπον rell ¦ ειπαν ℵB [2%] NU
†17:33
παλιν περι τουτου και f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 2341 ℵA,B [4%] NU ¦ ~ 231 D [1%]