The Jerusalem Council
The conflict
1Καὶ τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι «Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέος, οὐ δύνασθε σωθῆναι.» 2Γενομένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν, καί τινας ἄλλους ἐξ αὐτῶν, πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. 3Οἱ μὲν οὖν, προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας, διήρχοντο τὴν Φοινίκην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς. 4Παραγενόμενοι δὲ εἰς Ἱερουσαλήμ, ἀπεδέχθησαν ὑπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησεν μετ᾿ αὐτῶν. 5Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι «Δεῖ περιτέμνειν αὐτούς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωσέως.»
The Council
6Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. 7Πολλῆς δὲ συζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· «Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾿ ἡμερῶν ἀρχαίων ὁ Θεὸς ἐν ὑμῖν ἐξελέξατο, διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι. 8Καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς καὶ ἡμῖν· 9καὶ οὐδὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. 10Νῦν οὖν, τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; 11Ἀλλά, διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι, καθ᾿ ὃν τρόπον κἀκεῖνοι.»
12Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι᾿ αὐτῶν. 13Μετὰ δὲ τὸ σιγῆσαι αὐτούς, ἀπεκρίθη Ἰάκωβος λέγων· 14«Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν ἐπὶ τῷ ὀνόματι αὐτοῦ. 15Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· 16‹Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυίδ, τὴν πεπτωκυῖαν· καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν· 17ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον, καὶ πάντα τὰ ἔθνη—ἐφ᾿ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούς—λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα.› 18Γνωστὰ ἀπ᾿ αἰῶνός ἐστιν τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. 19Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν, 20ἀλλ᾿ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. 21Μωσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.»
The edict
22Τότε ἔδοξεν τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις, σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν Παύλῳ καὶ Βαρνάβᾳ· Ἰούδαν (τὸν ἐπικαλούμενον Βαρσαβᾶν) καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς· 23γράψαντες διὰ χειρὸς αὐτῶν τάδε· «Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοί, τοῖς κατὰ Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν· Χαίρειν. 24Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον—οἷς οὐ διεστειλάμεθα— 25ἔδοξεν ἡμῖν, γενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, 26ἀνθρώποις παραδεδωκόσιν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 27Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. 28Ἔδοξεν γὰρ τῷ Ἁγίῳ Πνεύματι, καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες τούτων· 29ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. Ἔρρωσθε.»
Good results
30Οἱ μὲν οὖν ἀπολυθέντες ἦλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν. 31Ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. 32Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν. 33Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ᾿ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους., 35Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου.
Missionary journey II—Paul and Silas
Paul and Barnabas separate
36Μετὰ δέ τινας ἡμέρας εἶπεν Παῦλος πρὸς Βαρνάβαν, «Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσιν.» 37Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν καὶ Ἰωάννην (τὸν καλούμενον Μᾶρκον). 38Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾿ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαβεῖν τοῦτον. 39Ἐγένετο οὖν παροξυσμὸς ὥστε χωρισθῆναι αὐτοὺς ἀπ᾿ ἀλλήλων. Τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον· 40Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθεν, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. 41Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας.

Notes


*15:1 περιτεμνησθε f35 [96%] HF,RP,OC,TR,CP ¦ περιτμηθητε ℵA,C(D) [4%] NU ¦ περιθμητε B

15:1 εθει f35 D [95%] HF,RP,OC,TR,CP ¦ 1 τω ℵA,B,C [2%] NU ¦ 1 του [3%]

15:1 μωυσεος f35 [28%] CP ¦ μωυσεως ℵB,C [55%] HF,RP,OC,TR,NU ¦ μωσεως A,D [17%]

§15:2 ουν f35 A [93%] HF,RP,OC,TR,CP ¦ δε 𝕻45vℵB,C,D [7%] NU

*15:2 ζητησεως f35 ℵA,B,C [95%] HF,RP,OC,CP,NU ¦ συζητησεως [5%] TR

15:3 την f35 A [97%] HF,RP,OC,TR,CP ¦ 1 τε 𝕻45ℵB,C [3%] NU

15:3 και rell ¦ 1 την D [20%]

§15:4 απεδεχθησαν f35 C [96%] HF,RP,OC,TR,CP ¦ παρεδεχθησαν 𝕻45vℵA,B [3%] NU ¦ παρεδοθησαν D ¦ two other variants [1%]

*15:4 υπο f35 ℵA [99%] HF,RP,OC,TR,CP ¦ απο B,C [1%] NU

15:4 αυτων rell ¦ 1 και οτι ηνοιξεν τοις εθνεσιν θυραν πιστεως [35%] OC

15:5 πεπιστευκοτες rell ¦ πεπιστευκοτων [15%]

§15:5 παραγγελλειν rell ¦ παραγγελειν [15%] ¦ four further spellings ℵ [5%]

*15:5 μωσεως f35 A,D [35%] CP ¦ μωυσεως 𝕻45ℵB,C [60%] HF,RP,OC,TR,NU ¦ μωυσεος [5%]

15:6 δε f35 ℵA,D [97%] HF,RP,OC,TR,CP ¦ τε B,C [3%] NU

15:7 συζητησεως f35 (C,D) [95%] HF,RP,OC,TR,CP ¦ ζητησεως 𝕻45ℵA,B [5%] NU

§15:7 ο θεος εν υμιν εξελεξατο f35 [30%] ¦ 123 ημιν 5 [55%] HF,RP,OC,TR,CP ¦ 12 ημιν 5 [5%] ¦ 125 (1.5%) ¦ ~ 34512 ℵA,B,C [5%] NU ¦ ~ 3 ημιν 512 [1%] ¦ ~ 3 ημιν 125 [1%] ¦ ~ ημιν 125 (D) [1%]

*15:8 αυτοις f35 C(D) [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [3%] NU

15:9 ουδεν f35 ℵA,C,D [40%] HF,RP,OC,TR,CP ¦ ουθεν B [60%] NU

15:10 επιθειναι rell ¦ επιθηναι [22%]

§15:11 του rell ¦ — [5%] TR

*15:11 ιησου f35 ℵA,B [95%] HF,RP,OC,NU ¦ 1 χριστου C,D [5%] TR,CP

15:12 παν το πληθος rell ¦ ~ 23 απαν CP ¦ απαν 23 [2%] ¦ 23 [1%]

15:14 επι f35 [87%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [13%] NU

§15:15 τουτω rell ¦ τουτο [25%] ¦ ουτως D

*15:17 ο f35 A,C [98%] HF,RP,OC,TR,CP ¦ — ℵB,D [2%] NU

15:17 ταυτα παντα f35 [48%] HF,RP,OC,TR ¦ ~ 21 [45%] CP ¦ 1 ℵA,B,C,D [7%] NU

15:18 εστιν (εισιν 6%; −ε. A 1%) τω θεω (κυριω A,D 2.5%) παντα (−π. A,D 2.5%) τα εργα (το εργον A,D 1%) αυτου f35 (A,D) [90%] HF,RP,OC,TR ¦ — ℵB,C [5%] NU ¦ CP gives the whole verse as: α εστι γνωστα απ αιωνος αυτω (5%)

§15:20 αλλ f35 𝕻45B,C [55%] ¦ αλλα ℵA [45%] HF,RP,OC,TR,CP,NU

*15:20 απο f35 A,C [98%] HF,RP,OC,TR,CP ¦ — 𝕻45ℵB,D [2%] NU

15:20 ειδωλων rell ¦ ειδολων [20%]

15:21 μωσης f35 𝕻45A [35%] TR ¦ μωυσης ℵB,C,D [65%] HF,RP,OC,CP,NU

§15:22 συν f35 D [93%] HF,RP,CP ¦ 1 τω ℵA,B,C [7%] OC,TR,NU

*15:22 επικαλουμενον f35 [87%] HF,RP,OC,TR,CP ¦ καλουμενον 𝕻45ℵA,B,C,D [13%] NU

15:22 βαρσαβαν f35 [50%] TR ¦ βαρσαββαν ℵA,B,C(D) [50%] HF,RP,OC,CP,NU

15:23 ταδε f35 (C,D) (97.7%) HF,RP,OC,TR,CP ¦ — 𝕻45ℵA,B (1.3%) NU ¦ ταυτα (0.8%) ¦ one other variant

§15:23 και οι f35 [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [3%] NU

*15:23 κατα f35 [20%] ¦ 1 την ℵA,B,C,D [80%] HF,RP,OC,TR,CP,NU

15:24 επειδη rell ¦ επιδη D [14%] ¦ επι δε ℵ [1%]

15:24 εξ ημων f35 A,B,C [95%] HF,RP,OC,TR,NU ¦ — [4%] CP ¦ 1 υμων ℵ [1%]

§15:24 εξελθοντες f35 A(C)D (95%) HF,RP,OC,TR,CP[NU] ¦ ελθοντες (3.3%) ¦ — ℵB (1.7%)

*15:24 λεγοντες περιτεμνεσθαι και τηρειν τον νομον f35 C [96%] HF,RP,OC,TR,CP ¦ — 𝕻45vℵA,B [4%] NU

15:25 εκλεξαμενοις f35 𝕻45vA,B [35%] CP,NU ¦ εκλεξαμενους ℵC,D [65%] HF,RP,OC,TR

15:25 παυλω rell ¦ παυλου [5%] CP

§15:28 αγιω πνευματι f35 C,D [95%] HF,RP,OC,TR,CP ¦ ~ 2 τω 1 ℵA,B [5%] NU

*15:28 των επαναγκες τουτων f35 [63%] HF,RP,OC,TR,CP ¦ ~ 312 B,C [30%] NU ¦ 12 (A) [5%] ¦ ~ 32 (ℵ)D [2%]

15:29 πνικτου f35 [97%] HF,RP,OC,TR,CP ¦ πνικτων ℵA,B,C [3%] NU ¦ — D

15:29 πορνειας rell ¦ 1 και οσα μη θελετε εαυτοις γινεσθαι ετεροις μη ποιειν (ποιειτε CP) D [5%] (CP)

§15:29 πραξετε rell ¦ πραξατε (D) [8%] CP ¦ four other variants C [2%]

*15:30 ηλθον f35 [90%] HF,RP,OC,TR,CP ¦ κατηλθον ℵA,B,C(D) [6%] NU ¦ απηλθον [4%]

15:30 επεδωκαν rell ¦ εδωκαν [25%] ¦ one other variant

15:31 αναγνοντες rell ¦ αναγνωντες [15%]

§15:32 τε rell ¦ δε D [5%] [some TRs]

*15:33 αποστολους f35 [95%] HF,RP,OC,TR,CP ¦ αποστειλαντας αυτους A,B,C,D [5%] NU ¦ αποστειλαντας εαυτους ℵ

15:33 1) (omit verse 34) f35 ℵA,B (70.8%) HF,RP,NU 2) εδοξεν δε τω σιλα επιμειναι αυτου (20.3%) OC,TR (OC is in small print) 3) εδοξεν δε τω σιλα επιμειναι αυτοθι (7.5%) CP 4) εδοξεν δε τω σιλα επιμειναι αυτους C(D) (1%) (two other readings) (0.4%) (RP,HF,NU agree that variant 1) is correct, and indeed verse 33 seems to require that Silas returned to Jerusalem; “they were sent back … to the apostles”, and “they” refers to Judas and Silas. The ‘problem’ is that in verse 40 Paul chooses Silas to accompany him, so he had to be in Antioch, not Jerusalem. Accordingly the longer reading was created to solve the ‘problem’. The “some days” of verse 36 could well have been a month or two. From Antioch to Jerusalem would be a trip of some 400 miles. Silas had time to go to Jerusalem and get back to Antioch.)

15:36 παυλος προς βαρναβαν f35 (D) [96%] HF,RP,OC,TR,CP ¦ ~ 231 ℵA,B,C [2%] NU ¦ ~ 23 ο 1 [2%]

§15:36 ημων f35 [90%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [10%] NU

*15:36 πασαν πολιν f35 [97%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B,C [3%] NU

15:37 εβουλευσατο f35 [92%] HF,RP,OC,TR,CP ¦ εβουλετο ℵA,B,C [5%] NU ¦ εβουλευετο D ¦ two other variants [2%]

15:37 και f35 A,C [39%] ¦ 1 τον ℵB [3%] NU ¦ τον [50%] HF,RP,OC,TR,CP ¦ — D [8%]

§15:37 καλουμενον rell ¦ επικαλουμενον C,D [20%] OC

*15:38 συμπαραλαβειν f35 [92%] HF,RP,OC,TR,CP ¦ συμπαραλαμβανειν 𝕻45v(ℵA,B,C) [8%] NU ¦ D is wild

15:39 ουν f35 C [90%] HF,RP,OC,TR,CP ¦ δε 𝕻45ℵA,B,D [10%] NU

15:39 χωρισθηναι f35 [20%] ¦ αποχωρισθηναι ℵA,B,C,D [75%] HF,RP,OC,TR,CP,NU ¦ four other variants [5%]

§15:39 τε rell ¦ δε [20%] ¦ τοτε D

*15:40 θεου f35 𝕻45C [97%] HF,RP,OC,TR,CP ¦ κυριου ℵA,B(D) [3%] NU

15:41 κιλικιαν f35 ℵA,C [98%] HF,RP,OC,TR,CP ¦ την 1 B,D [2%] [NU] ¦ της κιλικιας 𝕻45