1
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
1Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ⸀ὁἸησοῦς ποιεῖν τε καὶ διδάσκειν 2ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη· 3οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, διʼ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ· 4καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· 5ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ⸂ἐν πνεύματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
6Οἱ μὲν οὖν συνελθόντες ⸀ἠρώτωναὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; 7εἶπεν ⸀δὲπρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, 8ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφʼ ὑμᾶς, καὶ ἔσεσθέ ⸀μουμάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. 9καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ⸂ἐσθήσεσι λευκαῖς, 11οἳ καὶ εἶπαν· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ⸀βλέποντεςεἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφʼ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν. 13καὶ ὅτε εἰσῆλθον, ⸂εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ ⸂Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. 14οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ ⸀προσευχῇσὺν γυναιξὶν καὶ ⸀Μαριὰμτῇ μητρὶ τοῦ Ἰησοῦ καὶ ⸀σὺντοῖς ἀδελφοῖς αὐτοῦ.
15Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ⸀ἀδελφῶνεἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ⸀ὡςἑκατὸν εἴκοσι)· 16Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν ⸀γραφὴνἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ⸀Ἰησοῦν 17ὅτι κατηριθμημένος ἦν ⸀ἐνἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.— 18Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. 19καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ⸀ἰδίᾳδιαλέκτῳ αὐτῶν Ἁκελδαμάχ, τοῦτʼ ἔστιν Χωρίον Αἵματος.— 20γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί· Τὴν ἐπισκοπὴν αὐτοῦ ⸀λαβέτωἕτερος. 21δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ⸀ᾧεἰσῆλθεν καὶ ἐξῆλθεν ἐφʼ ἡμᾶς ὁ κύριος Ἰησοῦς, 22ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφʼ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ ⸂σὺν ἡμῖν γενέσθαι ἕνα τούτων. 23καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν. 24καὶ προσευξάμενοι εἶπαν Σὺ κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα, 25λαβεῖν τὸν ⸀τόποντῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ⸀ἀφʼἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. 26καὶ ἔδωκαν κλήρους ⸀αὐτοῖς καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
Notes
*1:1
ὁ NA28 RP ] – WH Treg
†1:5
ἐν πνεύματι βαπτισθήσεσθε WH Treg NA28 ] βαπτισθήσεσθε ἐν πνεύματι RP
‡1:6
ἠρώτων WH Treg NA28 ] ἐπηρώτων RP
§1:7
δὲ NA28 RP ] – WH Treg
*1:8
μου WH Treg NA28 ] μοι RP
†1:10
ἐσθήσεσι λευκαῖς WH Treg NA28 ] ἐσθῆτι λευκῇ RP
‡1:11
βλέποντες WH Treg ] ἐμβλέποντες NA28 RP
§1:13
εἰς τὸ ὑπερῷον ἀνέβησαν WH Treg NA28 ] ἀνέβησαν εἰς τὸ ὑπερῷον RP
*1:13
Ἰωάννης καὶ Ἰάκωβος WH Treg NA28 ] Ἰάκωβος καὶ Ἰωάννης RP
†1:14
προσευχῇ WH Treg NA28 ] + καὶ τῇ δεήσει RP
‡1:14
Μαριὰμ WH Treg NA28 ] Μαρίᾳ RP
§1:14
σὺν WH Treg RP ] – NA28
*1:15
ἀδελφῶν WH Treg NA28 ] μαθητῶν RP
†1:15
ὡς WH Treg RP ] ὡσεὶ NA28
‡1:16
γραφὴν WH Treg NA28 ] + ταύτην RP
§1:16
Ἰησοῦν WH Treg NA28 ] τὸν Ἰησοῦν RP
*1:17
ἐν WH Treg NA28 ] σὺν RP
†1:19
ἰδίᾳ Treg RP NA28 ] – WH NIV
‡1:20
λαβέτω WH Treg NA28 ] λάβοι RP
§1:21
ᾧ WH Treg NA28 ] ἐν ᾧ RP
*1:22
σὺν ἡμῖν γενέσθαι WH Treg NA28 ] γενέσθαι σὺν ἡμῖν RP
†1:25
τόπον WH Treg NA28 ] κλῆρον RP
‡1:25
ἀφʼ WH Treg NA28 ] ἐξ RP
§1:26
αὐτοῖς WH Treg NA28 ] αὐτῶν RP
ὁ NA28 RP ] – WH Treg
ἐν πνεύματι βαπτισθήσεσθε WH Treg NA28 ] βαπτισθήσεσθε ἐν πνεύματι RP
ἠρώτων WH Treg NA28 ] ἐπηρώτων RP
δὲ NA28 RP ] – WH Treg
μου WH Treg NA28 ] μοι RP
ἐσθήσεσι λευκαῖς WH Treg NA28 ] ἐσθῆτι λευκῇ RP
βλέποντες WH Treg ] ἐμβλέποντες NA28 RP
εἰς τὸ ὑπερῷον ἀνέβησαν WH Treg NA28 ] ἀνέβησαν εἰς τὸ ὑπερῷον RP
Ἰωάννης καὶ Ἰάκωβος WH Treg NA28 ] Ἰάκωβος καὶ Ἰωάννης RP
προσευχῇ WH Treg NA28 ] + καὶ τῇ δεήσει RP
Μαριὰμ WH Treg NA28 ] Μαρίᾳ RP
σὺν WH Treg RP ] – NA28
ἀδελφῶν WH Treg NA28 ] μαθητῶν RP
ὡς WH Treg RP ] ὡσεὶ NA28
γραφὴν WH Treg NA28 ] + ταύτην RP
Ἰησοῦν WH Treg NA28 ] τὸν Ἰησοῦν RP
ἐν WH Treg NA28 ] σὺν RP
ἰδίᾳ Treg RP NA28 ] – WH NIV
λαβέτω WH Treg NA28 ] λάβοι RP
ᾧ WH Treg NA28 ] ἐν ᾧ RP
σὺν ἡμῖν γενέσθαι WH Treg NA28 ] γενέσθαι σὺν ἡμῖν RP
τόπον WH Treg NA28 ] κλῆρον RP
ἀφʼ WH Treg NA28 ] ἐξ RP
αὐτοῖς WH Treg NA28 ] αὐτῶν RP