1Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας, 2ἐνεφάνισάν ⸀τεαὐτῷ ⸂οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν 3αἰτούμενοι χάριν κατʼ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. 4ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ⸂εἰς Καισάρειαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι· 5Οἱ οὖν ⸂ἐν ὑμῖν, φησίν, δυνατοὶ⸃ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ⸀ἄτοπον κατηγορείτωσαν αὐτοῦ. 6Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας ⸂οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι. 7παραγενομένου δὲ αὐτοῦ περιέστησαν ⸀αὐτὸνοἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα ⸀καταφέροντεςἃ οὐκ ἴσχυον ἀποδεῖξαι, 8⸂τοῦ Παύλου ἀπολογουμένου ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον. 9ὁ Φῆστος δὲ ⸂θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων ⸀κριθῆναιἐπʼ ἐμοῦ; 10εἶπεν δὲ ὁ Παῦλος· ⸂Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ⸀ἠδίκησα ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. 11εἰ μὲν ⸀οὖνἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι. 12τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ. 13Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον. 14ὡς δὲ πλείους ἡμέρας ⸀διέτριβονἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, 15περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατʼ αὐτοῦ ⸀καταδίκην 16πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ⸀ἄνθρωπονπρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. 17συνελθόντων ⸀οὖνἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· 18περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ⸀ἔφερονὧν ⸂ἐγὼ ὑπενόουν ⸀πονηρῶν 19ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν. 20ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ ⸀τούτωνζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς ⸀Ἱεροσόλυμακἀκεῖ κρίνεσθαι περὶ τούτων. 21τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ⸀ἀναπέμψωαὐτὸν πρὸς Καίσαρα. 22Ἀγρίππας δὲ πρὸς τὸν ⸀Φῆστον Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. ⸀Αὔριον φησίν, ἀκούσῃ αὐτοῦ. 23Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν ⸀τεχιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατʼ ⸀ἐξοχὴντῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος. 24καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ⸀ἅπαντὸ πλῆθος τῶν Ἰουδαίων ⸀ἐνέτυχόνμοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ⸀βοῶντεςμὴ δεῖν ⸂αὐτὸν ζῆν μηκέτι. 25ἐγὼ δὲ ⸀κατελαβόμηνμηδὲν ἄξιον ⸂αὐτὸν θανάτου πεπραχέναι, ⸀αὐτοῦδὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα ⸀πέμπειν 26περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφʼ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί ⸀γράψω 27ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατʼ αὐτοῦ αἰτίας σημᾶναι.

Notes


*25:2 τε WH Treg NA28 ] δὲ RP

25:2 οἱ ἀρχιερεῖς WH Treg NA28 ] ὁ ἀρχιερεὺς RP

25:4 εἰς Καισάρειαν WH Treg NA28 ] ἐν Καισαρείᾳ RP

§25:5 ἐν ὑμῖν φησίν δυνατοὶ WH Treg NA28 ] δυνατοὶ ἐν ὑμῖν φησίν RP

*25:5 ἄτοπον WH Treg NA28 ] τούτω RP

25:6 οὐ πλείους ὀκτὼ WH Treg NA28 ] πλείους RP; ὀκτὼ NIV

25:7 αὐτὸν WH Treg NA28 ] – RP

§25:7 καταφέροντες WH Treg NA28 ] φέροντες κατὰ τοῦ Παῦλου RP

*25:8 τοῦ Παύλου ἀπολογουμένου WH Treg NA28 ] ἀπολογουμένου αὐτοῦ RP

25:9 θέλων τοῖς Ἰουδαίοις WH Treg NA28 ] τοῖς Ἰουδαίοις θέλων RP

25:9 κριθῆναι WH Treg NA28 ] κρίνεσθαι RP

§25:10 Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς Treg NA28 RP ] Ἑστὼς ἐπὶ τοῦ βήματος Καίσαρός WH

*25:10 ἠδίκησα NA28 RP ] ἠδίκηκα WH Treg

25:11 οὖν WH Treg NA28 ] γὰρ RP

25:14 διέτριβον WH Treg NA28 ] διέτριβεν RP

§25:15 καταδίκην WH Treg NA28 ] δίκην RP

*25:16 ἄνθρωπον WH Treg NA28 ] + εἰς ἀπώλειαν RP

25:17 οὖν WH ] + αὐτῶν Treg NA28 RP

25:18 ἔφερον WH Treg NA28 ] ἐπέφερον RP

§25:18 ἐγὼ ὑπενόουν WH Treg NA28 ] ὑπενόουν ἐγὼ RP

*25:18 πονηρῶν WH Treg NA28 ] – RP

25:20 τούτων WH Treg NA28 ] τούτου RP

25:20 Ἱεροσόλυμα WH Treg NA28 ] Ἱερουσαλήμ RP

§25:21 ἀναπέμψω WH Treg NA28 ] πέμψω RP

*25:22 Φῆστον WH Treg NA28 ] + ἔφη RP

25:22 Αὔριον WH Treg NA28 ] Ὁ δέ Αὔριον RP

25:23 τε WH Treg NA28 ] + τοῖς RP

§25:23 ἐξοχὴν WH Treg NA28 ] + οὖσιν RP

*25:24 ἅπαν WH Treg NA28 ] πᾶν RP

25:24 ἐνέτυχόν Treg NA28 RP ] ἐνέτυχέν WH

25:24 βοῶντες WH Treg NA28 ] ἐπιβοῶντες RP

§25:24 αὐτὸν ζῆν WH Treg NA28 ] ζῆν αὐτὸν RP

*25:25 κατελαβόμην WH Treg NA28 ] καταλαβόμενος RP

25:25 αὐτὸν θανάτου WH Treg NA28 ] θανάτου αὐτὸν RP

25:25 αὐτοῦ WH Treg NA28 ] καὶ αὐτοῦ RP

§25:25 πέμπειν WH Treg NA28 ] + αὐτόν RP

*25:26 γράψω WH Treg NA28 ] γράψαι RP