1Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ ⸂πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. 2κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ ⸀διορθωμάτωνγινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας 3πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. 4ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. 5εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα ⸀στάσειςπᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, 6ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ⸀ἐκρατήσαμεν 8παρʼ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. 9συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
10Ἀπεκρίθη ⸀τεὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος ⸀εὐθύμωςτὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11δυναμένου σου ⸀ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι ⸀δώδεκαἀφʼ ἧς ἀνέβην προσκυνήσων ⸀εἰςἸερουσαλήμ, 12καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ⸀ἐπίστασινποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, 13⸀οὐδὲ⸀παραστῆσαιδύνανταί ⸀σοιπερὶ ὧν ⸀νυνὶκατηγοροῦσίν μου. 14ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ ⸂τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις, 15ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ⸀ἔσεσθαιδικαίων τε καὶ ἀδίκων· 16ἐν τούτῳ ⸀καὶαὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ⸀ἔχεινπρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17διʼ ἐτῶν δὲ πλειόνων ⸂ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς, 18ἐν ⸀αἷςεὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, 19τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ⸀ἔδειἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ⸀ἐμέ 20ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί ⸀εὗρονἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου 21ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ⸂ἐν αὐτοῖς ἑστὼς ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ⸀ἐφʼὑμῶν.
22⸂Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, ⸀εἴπας Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθʼ ὑμᾶς· 23⸀διαταξάμενοςτῷ ἑκατοντάρχῃ τηρεῖσθαι ⸀αὐτὸνἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ⸀ὑπηρετεῖναὐτῷ.
24Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ⸀ἰδίᾳγυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν ⸀Ἰησοῦνπίστεως. 25διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ ⸀μέλλοντοςἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· 26ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ ⸀Παύλου διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
27Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε ⸀χάριτακαταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.

Notes


*24:1 πρεσβυτέρων τινῶν WH Treg NA28 ] τῶν πρεσβυτέρων RP

24:2 διορθωμάτων WH Treg NA28 ] κατορθωμάτων RP

24:5 στάσεις WH Treg NA28 ] στάσιν RP

§24:6 ἐκρατήσαμεν WH Treg NA28 RP ] + καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. 7 παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, 8 κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· TR

*24:10 τε WH Treg NA28 ] δὲ RP

24:10 εὐθύμως WH Treg NA28 ] εὐθυμότερον RP

24:11 ἐπιγνῶναι WH Treg NA28 ] γνῶναι RP

§24:11 δώδεκα WH Treg NA28 ] δεκαδύο RP

*24:11 εἰς WH Treg NA28 ] ἐν RP

24:12 ἐπίστασιν WH Treg NA28 ] ἐπισύστασιν RP

24:13 οὐδὲ WH NA28 ] οὔτε Treg RP

§24:13 παραστῆσαι WH Treg NA28 ] + με RP

*24:13 σοι WH Treg NA28 ] – RP

24:13 νυνὶ WH Treg NA28 ] νῦν RP

24:14 τοῖς ἐν WH Treg NA28 ] – RP

§24:15 ἔσεσθαι WH Treg NA28 ] + νεκρῶν RP

*24:16 καὶ WH Treg NA28 ] δὲ RP

24:16 ἔχειν WH Treg NA28 ] ἔχων RP

24:17 ἐλεημοσύνας … μου παρεγενόμην WH Treg NA28 ] παρεγενόμην ἐλεημοσύνας … μου RP

§24:18 αἷς WH Treg NA28 ] οἷς RP

*24:19 ἔδει WH Treg NA28 ] δεῖ RP

24:19 ἐμέ WH Treg NA28 ] με RP

24:20 εὗρον WH NA28 ] + ἐν ἐμοὶ Treg RP

§24:21 ἐν αὐτοῖς ἑστὼς WH Treg NA28 ] ἑστὼς ἐν αὐτοῖς RP

*24:21 ἐφʼ WH Treg NA28 ] ὑφʼ RP

24:22 Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ WH Treg NA28 ] Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς RP

24:22 εἴπας WH Treg NA28 ] εἰπών RP

§24:23 διαταξάμενος WH Treg NA28 ] + τε RP

*24:23 αὐτὸν WH Treg NA28 ] τὸν Παῦλον RP

24:23 ὑπηρετεῖν WH Treg NA28 ] + ἢ προσέρχεσθαι RP

24:24 ἰδίᾳ WH Treg NA28 ] – RP

§24:24 Ἰησοῦν WH NA28 ] – Treg RP

*24:25 μέλλοντος WH Treg NA28 ] + ἔσεσθαι RP

24:26 Παύλου WH Treg NA28 ] + ὅπως λύσῃ αὐτόν RP

24:27 χάριτα WH Treg NA28 ] χάριτας RP