1Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. 2οἱ δὲ ⸀ἀπειθήσαντεςἸουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. 3ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷκυρίῳ τῷ μαρτυροῦντι ⸀τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. 4ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις. 5ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, 6συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, 7κἀκεῖ ⸂εὐαγγελιζόμενοι ἦσαν.
8Καί τις ἀνὴρ ⸂ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς ⸀αὐτοῦ ὃς οὐδέποτε ⸀περιεπάτησεν 9οὗτος ⸀ἤκουσεντοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ⸂ἔχει πίστιν τοῦ σωθῆναι 10εἶπεν ⸀μεγάλῃφωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ⸀ὀρθός καὶ ⸀ἥλατοκαὶ περιεπάτει. 11οἵ ⸀τεὄχλοι ἰδόντες ὃ ⸀ἐποίησενΠαῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς 12ἐκάλουν τε ⸀τὸνΒαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13ὅ ⸀τεἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς ⸀πόλεωςταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. 14ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια ⸀αὐτῶν⸀ἐξεπήδησανεἰς τὸν ὄχλον κράζοντες 15καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ ⸀θεὸνζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· 17⸀καίτοιοὐκ ἀμάρτυρον ⸀αὑτὸνἀφῆκεν ⸀ἀγαθουργῶν οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ⸀ὑμῶν 18καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, ⸀νομίζοντεςαὐτὸν τεθνηκέναι. 20κυκλωσάντων δὲ ⸂τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
21Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ ⸀εἰςἸκόνιον καὶ ⸁εἰςἈντιόχειαν, 22ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 23χειροτονήσαντες δὲ αὐτοῖς ⸂κατʼ ἐκκλησίαν πρεσβυτέρους προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. 24καὶ διελθόντες τὴνΠισιδίαν ἦλθον εἰς ⸀τὴν Παμφυλίαν, 25καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν, 26κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ⸀ἀνήγγελλονὅσα ἐποίησεν ὁ θεὸς μετʼ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. 28διέτριβον ⸀δὲχρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

Notes


*14:2 ἀπειθήσαντες WH Treg NA28 ] ἀπειθοῦντες RP

14:3 τῷ WH Treg RP ] ἐπὶ τῷ NA28

14:7 εὐαγγελιζόμενοι ἦσαν WH Treg NA28 ] ἦσαν εὐαγγελιζόμενοι RP

§14:8 ἀδύνατος ἐν Λύστροις WH NA28 ] ἐν Λύστροις ἀδύνατος Treg RP

*14:8 αὐτοῦ WH Treg NA28 ] + ὑπάρχων RP

14:8 περιεπάτησεν WH Treg NA28 ] περιπεπατήκει RP

14:9 ἤκουσεν Treg NA28 RP ] ἤκουεν WH

§14:9 ἔχει πίστιν WH Treg NA28 ] πίστιν ἔχει RP

*14:10 μεγάλῃ WH Treg NA28 ] + τῇ RP

14:10 ὀρθός WH Treg NA28 ] ὀρθῶς RP

14:10 ἥλατο WH Treg NA28 ] ἥλλετο RP

§14:11 τε WH NA28 ] δὲ Treg RP

*14:11 ἐποίησεν WH Treg NA28 ] + ὁ RP

14:12 τὸν WH Treg NA28 ] + μὲν RP

14:13 τε WH Treg NA28 ] δὲ RP

§14:13 πόλεως WH Treg NA28 ] + αὐτῶν RP

*14:14 αὐτῶν Treg NA28 RP ] ἑαυτῶν WH

14:14 ἐξεπήδησαν WH Treg NA28 ] εἰσεπήδησαν RP

14:15 θεὸν WH Treg NA28 ] τὸν θεὸν τὸν RP

§14:17 καίτοι WH Treg NA28 ] Καίτοιγε RP

*14:17 αὑτὸν WH ] ἑαυτὸν RP; αὐτὸν Treg NA28

14:17 ἀγαθουργῶν WH Treg NA28 ] ἀγαθοποιῶν RP

14:17 ὑμῶν WH Treg NA28 ] ἡμῶν RP

§14:19 νομίζοντες WH Treg NA28 ] νομίσαντες RP

*14:20 τῶν μαθητῶν αὐτὸν WH Treg NA28 ] αὐτὸν τῶν μαθητῶν RP

14:21 ⸀εἰς WH Treg NA28 ] – RP

14:21 ⸁εἰς WH Treg NA28 ] – RP

§14:23 κατʼ ἐκκλησίαν πρεσβυτέρους WH Treg NA28 ] πρεσβυτέρους κατʼ ἐκκλησίαν RP

*14:24 τὴν WH Treg NA28 ] – RP

14:27 ἀνήγγελλον WH Treg NA28 ] ἀνήγγειλαν RP

14:28 δὲ WH Treg NA28 ] + ἐκεῖ RP