4
1Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ⸀ἱερεῖςκαὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, 2διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν ⸂τὴν ἐκ νεκρῶν, 3καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη. 4πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ⸀ὁἀριθμὸς τῶν ἀνδρῶν ⸀ὡςχιλιάδες πέντε.
5Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ ⸀τοὺςπρεσβυτέρους καὶ ⸁τοὺςγραμματεῖς ⸀ἐνἸερουσαλήμ 6(καὶ ⸂Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ), 7καὶ στήσαντες αὐτοὺς ἐν ⸀τῷμέσῳ ἐπυνθάνοντο· Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; 8τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς· Ἄρχοντες τοῦ λαοῦ καὶ ⸀πρεσβύτεροι 9εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, 10γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. 11οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφʼ ὑμῶν τῶν ⸀οἰκοδόμων ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. 12καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, ⸀οὐδὲγὰρ ὄνομά ἐστιν ἕτερον ⸂ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
13Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν, 14τόν ⸀τεἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν. 15κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους 16λέγοντες· Τί ⸀ποιήσωμεντοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν διʼ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ⸀ἀρνεῖσθαι 17ἀλλʼ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ⸀ἀπειλησώμεθααὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. 18καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν ⸀τὸκαθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες ⸂εἶπον πρὸς αὐτούς· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε, 20οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. 21οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς ⸀κολάσωνταιαὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι· 22ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφʼ ὃν ⸀γεγόνειτὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
23Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν. 24οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν· Δέσποτα, ⸀σὺὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, 25ὁ ⸂τοῦ πατρὸς ἡμῶν διὰ ⸂πνεύματος ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών· Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; 26παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. 27συνήχθησαν γὰρ ἐπʼ ἀληθείας ⸂ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ, 28ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ ⸀βουλὴπροώρισεν γενέσθαι. 29καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, 30ἐν τῷ τὴν χεῖρά ⸀σουἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. 31καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες ⸂τοῦ ἁγίου πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.
32Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ⸀καρδίακαὶ ⸀ψυχὴμία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ⸀αὐτῷἔλεγεν ἴδιον εἶναι, ἀλλʼ ἦν αὐτοῖς ⸀πάντακοινά. 33καὶ ⸂δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι ⸂τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. 34οὐδὲ γὰρ ἐνδεής τις ⸀ἦνἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων 35καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. 36⸀Ἰωσὴφδὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει, 37ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν ⸀παρὰτοὺς πόδας τῶν ἀποστόλων.
Notes
*4:1
ἱερεῖς Treg NA28 RP ] ἀρχιερεῖς WH
†4:2
τὴν ἐκ WH Treg NA28 ] τῶν RP
‡4:4
ὁ Treg NA28 RP ] – WH
§4:4
ὡς WH Treg NA28 ] ὡσεὶ RP
*4:5
⸀τοὺς WH Treg NA28 ] – RP
†4:5
⸁τοὺς WH Treg NA28 ] – RP
‡4:5
ἐν WH Treg NA28 ] εἰς RP
§4:6
Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος WH Treg NA28 ] Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον RP
*4:7
τῷ WH Treg NA28 ] – RP
†4:8
πρεσβύτεροι WH Treg NA28 ] + τοῦ Ἰσραήλ RP
‡4:11
οἰκοδόμων WH Treg NA28 ] οἰκοδομούντων RP
§4:12
οὐδὲ WH Treg NA28 ] οὔτε RP
*4:12
ὑπὸ τὸν οὐρανὸν WH Treg NA28 ] – RP
†4:14
τε WH Treg NA28 ] δὲ RP
‡4:16
ποιήσωμεν WH Treg NA28 ] ποιήσομεν RP
§4:16
ἀρνεῖσθαι WH Treg NA28 ] ἀρνήσασθαι RP
*4:17
ἀπειλησώμεθα WH Treg NA28 ] ἀπειλῇ ἀπειλησόμεθα RP
†4:18
τὸ Treg NA28 ] – WH; αὐτοῖς τὸ RP
‡4:19
εἶπον πρὸς αὐτούς WH Treg NA28 ] πρὸς αὐτούς εἶπον RP
§4:21
κολάσωνται WH Treg NA28 ] κολάσονται RP
*4:22
γεγόνει WH Treg NA28 ] ἐγεγόνει RP
†4:24
σὺ WH Treg NA28 ] + ὁ θεὸς RP
‡4:25
τοῦ πατρὸς ἡμῶν WH Treg NA28 ] – RP
§4:25
πνεύματος ἁγίου WH Treg NA28 ] – RP
*4:27
ἐν τῇ πόλει ταύτῃ WH Treg NA28 ] – RP
†4:28
βουλὴ WH ] + σου Treg NA28 RP
‡4:30
σου NA28 RP ] – WH Treg
§4:31
τοῦ ἁγίου πνεύματος WH Treg NA28 ] πνεύματος ἁγίου RP
*4:32
καρδία WH Treg NA28 ] ἡ καρδία RP
†4:32
ψυχὴ WH Treg NA28 ] ἡ ψυχὴ RP
‡4:32
αὐτῷ WH Treg NA28 ] αὐτῶν RP
§4:32
πάντα WH ] ἅπαντα Treg NA28 RP
*4:33
δυνάμει μεγάλῃ WH Treg NA28 ] μεγάλῃ δυνάμει RP
†4:33
τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ Treg NA28 RP ] τοῦ κυρίου Ἰησοῦ τῆς ἀναστάσεως WH
‡4:34
ἦν WH Treg NA28 ] ὑπῇρχεν RP
§4:36
Ἰωσὴφ WH Treg NA28 ] Ἰωσῆς RP
*4:37
παρὰ WH Treg RP ] πρὸς NA28
ἱερεῖς Treg NA28 RP ] ἀρχιερεῖς WH
τὴν ἐκ WH Treg NA28 ] τῶν RP
ὁ Treg NA28 RP ] – WH
ὡς WH Treg NA28 ] ὡσεὶ RP
⸀τοὺς WH Treg NA28 ] – RP
⸁τοὺς WH Treg NA28 ] – RP
ἐν WH Treg NA28 ] εἰς RP
Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος WH Treg NA28 ] Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον RP
τῷ WH Treg NA28 ] – RP
πρεσβύτεροι WH Treg NA28 ] + τοῦ Ἰσραήλ RP
οἰκοδόμων WH Treg NA28 ] οἰκοδομούντων RP
οὐδὲ WH Treg NA28 ] οὔτε RP
ὑπὸ τὸν οὐρανὸν WH Treg NA28 ] – RP
τε WH Treg NA28 ] δὲ RP
ποιήσωμεν WH Treg NA28 ] ποιήσομεν RP
ἀρνεῖσθαι WH Treg NA28 ] ἀρνήσασθαι RP
ἀπειλησώμεθα WH Treg NA28 ] ἀπειλῇ ἀπειλησόμεθα RP
τὸ Treg NA28 ] – WH; αὐτοῖς τὸ RP
εἶπον πρὸς αὐτούς WH Treg NA28 ] πρὸς αὐτούς εἶπον RP
κολάσωνται WH Treg NA28 ] κολάσονται RP
γεγόνει WH Treg NA28 ] ἐγεγόνει RP
σὺ WH Treg NA28 ] + ὁ θεὸς RP
τοῦ πατρὸς ἡμῶν WH Treg NA28 ] – RP
πνεύματος ἁγίου WH Treg NA28 ] – RP
ἐν τῇ πόλει ταύτῃ WH Treg NA28 ] – RP
βουλὴ WH ] + σου Treg NA28 RP
σου NA28 RP ] – WH Treg
τοῦ ἁγίου πνεύματος WH Treg NA28 ] πνεύματος ἁγίου RP
καρδία WH Treg NA28 ] ἡ καρδία RP
ψυχὴ WH Treg NA28 ] ἡ ψυχὴ RP
αὐτῷ WH Treg NA28 ] αὐτῶν RP
πάντα WH ] ἅπαντα Treg NA28 RP
δυνάμει μεγάλῃ WH Treg NA28 ] μεγάλῃ δυνάμει RP
τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ Treg NA28 RP ] τοῦ κυρίου Ἰησοῦ τῆς ἀναστάσεως WH
ἦν WH Treg NA28 ] ὑπῇρχεν RP
Ἰωσὴφ WH Treg NA28 ] Ἰωσῆς RP
παρὰ WH Treg RP ] πρὸς NA28