9
1Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ 2ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ. 3ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ⸂ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ⸀ἐκτοῦ οὐρανοῦ, 4καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις; 5εἶπεν δέ Τίς εἶ, κύριε; ὁ ⸀δέ· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· 6ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ⸂ὅ τί σε δεῖ ποιεῖν. 7οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες. 8ἠγέρθη δὲ ⸀Σαῦλοςἀπὸ τῆς γῆς, ἀνεῳγμένων ⸀δὲτῶν ὀφθαλμῶν αὐτοῦ ⸀οὐδὲνἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. 9καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. 10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ⸂ἐν ὁράματι ὁ κύριος· Ἁνανία. ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, κύριε. 11ὁ δὲ κύριος πρὸς αὐτόν· ⸀Ἀναστὰςπορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται, 12καὶ εἶδεν ⸂ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ ⸀χεῖραςὅπως ἀναβλέψῃ. 13ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, ⸀ἤκουσαἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ⸂τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ· 14καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ⸂ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ⸀ἐθνῶν⸀τεκαὶ βασιλέων υἱῶν τε Ἰσραήλ, 16ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, ⸀Ἰησοῦςὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. 18καὶ εὐθέως ἀπέπεσαν ⸂αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ⸀ὡςλεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη, 19καὶ λαβὼν τροφὴν ⸀ἐνίσχυσεν Ἐγένετο ⸀δὲμετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς, 20καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν ⸀Ἰησοῦνὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. 21ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ⸀ἐνἸερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ ⸀συνέχυννεν⸀τοὺςἸουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός. 23Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. ⸂παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· 25λαβόντες δὲ ⸂οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ⸂διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι. 26Παραγενόμενος δὲ ⸀εἰςἸερουσαλὴμ ⸀ἐπείραζενκολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. 27Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ⸀τοῦἸησοῦ. 28καὶ ἦν μετʼ αὐτῶν εἰσπορευόμενος ⸂καὶ ἐκπορευόμενος εἰς ⸀Ἰερουσαλήμ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ ⸀κυρίου 29ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ⸂ἀνελεῖν αὐτόν. 30ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. 31⸂Ἡ μὲν οὖν ἐκκλησία καθʼ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη, καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο. 32Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα. 33εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ⸂ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ ⸀κραβάττου ὃς ἦν παραλελυμένος. 34καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ⸀Χριστός ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη. 35καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν ⸀Σαρῶνα οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον. 36Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ⸂ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ⸂ἔθηκαν αὐτὴν ἐν ὑπερῴῳ. 38ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν ⸂δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες· Μὴ ⸀ὀκνήσῃςδιελθεῖν ἕως ⸀ἡμῶν 39ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετʼ αὐτῶν οὖσα ἡ Δορκάς. 40ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος ⸀καὶθεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν. 41δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. 42γνωστὸν δὲ ἐγένετο καθʼ ὅλης ⸀τῆςἸόππης, καὶ ⸂ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον. 43ἐγένετο ⸀δὲἡμέρας ἱκανὰς ⸀μεῖναιἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
Notes
*9:3
ἐξαίφνης τε αὐτὸν περιήστραψεν WH Treg NA28 ] καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν RP
†9:3
ἐκ WH Treg NA28 ] ἀπὸ RP
‡9:5
δέ WH Treg NA28 ] + κύριος εἶπεν RP
§9:6
ὅ τί Treg NA28 ] ὅτι WH; τί RP
*9:8
Σαῦλος WH Treg NA28 ] ὁ Σαῦλος RP
†9:8
δὲ WH Treg NA28 ] τε RP
‡9:8
οὐδὲν WH Treg NA28 ] οὐδένα RP
§9:10
ἐν ὁράματι ὁ κύριος WH Treg NA28 ] ὁ κύριος ἐν ὁράματι RP
*9:11
Ἀναστὰς Treg NA28 RP ] Ἀνάστα WH
†9:12
ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι WH Treg NA28 ] ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν RP
‡9:12
χεῖρας Treg ] τὰς χεῖρας WH NA28; χεῖρα RP
§9:13
ἤκουσα WH Treg NA28 ] ἀκήκοα RP
*9:13
τοῖς ἁγίοις σου ἐποίησεν WH Treg NA28 ] ἐποίησεν τοῖς ἁγίοις σου RP
†9:15
ἐστίν μοι WH Treg NA28 ] μοι ἐστίν RP
‡9:15
ἐθνῶν Treg NA28 RP ] τῶν ἐθνῶν WH
§9:15
τε WH Treg NA28 ] – RP
*9:17
Ἰησοῦς WH Treg NA28 ] – RP
†9:18
αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν WH Treg NA28 ] ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ RP
‡9:18
ὡς WH Treg NA28 ] ὡσεὶ RP
§9:19
ἐνίσχυσεν Treg NA28 RP ] ἐνισχύθη WH
*9:19
δὲ WH Treg NA28 ] + ὁ Σαῦλος RP
†9:20
Ἰησοῦν WH Treg NA28 ] χριστόν RP
‡9:21
ἐν WH Treg RP ] εἰς NA28
§9:22
συνέχυννεν WH NA28 ] συνέχυνεν Treg RP
*9:22
τοὺς Treg NA28 RP ] – WH
†9:24
παρετηροῦντο δὲ καὶ WH Treg NA28 ] Παρετήρουν τε RP
‡9:25
οἱ μαθηταὶ αὐτοῦ WH Treg NA28 ] αὐτὸν οἱ μαθηταὶ RP
§9:25
διὰ τοῦ τείχους καθῆκαν αὐτὸν WH Treg NA28 ] καθῆκαν διὰ τοῦ τείχους RP
*9:26
εἰς WH Treg NA28 ] ὁ Σαῦλος ἐν RP
†9:26
ἐπείραζεν WH Treg NA28 ] ἐπειρᾶτο RP
‡9:27
τοῦ NA28 RP ] – WH Treg
§9:28
καὶ ἐκπορευόμενος WH Treg NA28 ] – RP
*9:28
Ἰερουσαλήμ WH Treg NA28 ] + καὶ RP
†9:28
κυρίου WH Treg NA28 ] + Ἰησοῦ RP
‡9:29
ἀνελεῖν αὐτόν WH Treg NA28 ] αὐτόν ἀνελεῖν RP
§9:31
Ἡ … ἐκκλησία … εἶχεν … οἰκοδομουμένη … πορευομένη … ἐπληθύνετο WH Treg NA28 ] Αἱ … ἐκκλησίαι … εἶχον … οἰκοδομούμεναι … πορευόμεναι … ἐπληθύνοντο RP
*9:33
ὀνόματι Αἰνέαν WH Treg NA28 ] Αἰνέαν ὀνόματι RP
†9:33
κραβάττου WH Treg NA28 ] κραββάτῳ RP
‡9:34
Χριστός WH Treg NA28 ] ὁ χριστός RP
§9:35
Σαρῶνα WH Treg NA28 ] Ἀσσάρωνα RP
*9:36
ἔργων ἀγαθῶν WH Treg NA28 ] ἀγαθῶν ἔργων RP
†9:37
ἔθηκαν αὐτὴν Treg NA28 ] αὐτὴν ἔθηκαν RP; ἔθηκαν WH
‡9:38
δύο ἄνδρας WH Treg NA28 ] – RP
§9:38
ὀκνήσῃς WH Treg NA28 ] ὀκνῆσαι RP
*9:38
ἡμῶν WH Treg NA28 ] αὐτῶν RP
†9:40
καὶ WH Treg NA28 ] – RP
‡9:42
τῆς Treg NA28 RP ] – WH
§9:42
ἐπίστευσαν πολλοὶ WH Treg NA28 ] πολλοὶ ἐπίστευσαν RP
*9:43
δὲ WH NA28 RP ] + αὐτὸν Treg
†9:43
μεῖναι WH Treg NA28 ] + αὐτὸν RP
ἐξαίφνης τε αὐτὸν περιήστραψεν WH Treg NA28 ] καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν RP
ἐκ WH Treg NA28 ] ἀπὸ RP
δέ WH Treg NA28 ] + κύριος εἶπεν RP
ὅ τί Treg NA28 ] ὅτι WH; τί RP
Σαῦλος WH Treg NA28 ] ὁ Σαῦλος RP
δὲ WH Treg NA28 ] τε RP
οὐδὲν WH Treg NA28 ] οὐδένα RP
ἐν ὁράματι ὁ κύριος WH Treg NA28 ] ὁ κύριος ἐν ὁράματι RP
Ἀναστὰς Treg NA28 RP ] Ἀνάστα WH
ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι WH Treg NA28 ] ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν RP
χεῖρας Treg ] τὰς χεῖρας WH NA28; χεῖρα RP
ἤκουσα WH Treg NA28 ] ἀκήκοα RP
τοῖς ἁγίοις σου ἐποίησεν WH Treg NA28 ] ἐποίησεν τοῖς ἁγίοις σου RP
ἐστίν μοι WH Treg NA28 ] μοι ἐστίν RP
ἐθνῶν Treg NA28 RP ] τῶν ἐθνῶν WH
τε WH Treg NA28 ] – RP
Ἰησοῦς WH Treg NA28 ] – RP
αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν WH Treg NA28 ] ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ RP
ὡς WH Treg NA28 ] ὡσεὶ RP
ἐνίσχυσεν Treg NA28 RP ] ἐνισχύθη WH
δὲ WH Treg NA28 ] + ὁ Σαῦλος RP
Ἰησοῦν WH Treg NA28 ] χριστόν RP
ἐν WH Treg RP ] εἰς NA28
συνέχυννεν WH NA28 ] συνέχυνεν Treg RP
τοὺς Treg NA28 RP ] – WH
παρετηροῦντο δὲ καὶ WH Treg NA28 ] Παρετήρουν τε RP
οἱ μαθηταὶ αὐτοῦ WH Treg NA28 ] αὐτὸν οἱ μαθηταὶ RP
διὰ τοῦ τείχους καθῆκαν αὐτὸν WH Treg NA28 ] καθῆκαν διὰ τοῦ τείχους RP
εἰς WH Treg NA28 ] ὁ Σαῦλος ἐν RP
ἐπείραζεν WH Treg NA28 ] ἐπειρᾶτο RP
τοῦ NA28 RP ] – WH Treg
καὶ ἐκπορευόμενος WH Treg NA28 ] – RP
Ἰερουσαλήμ WH Treg NA28 ] + καὶ RP
κυρίου WH Treg NA28 ] + Ἰησοῦ RP
ἀνελεῖν αὐτόν WH Treg NA28 ] αὐτόν ἀνελεῖν RP
Ἡ … ἐκκλησία … εἶχεν … οἰκοδομουμένη … πορευομένη … ἐπληθύνετο WH Treg NA28 ] Αἱ … ἐκκλησίαι … εἶχον … οἰκοδομούμεναι … πορευόμεναι … ἐπληθύνοντο RP
ὀνόματι Αἰνέαν WH Treg NA28 ] Αἰνέαν ὀνόματι RP
κραβάττου WH Treg NA28 ] κραββάτῳ RP
Χριστός WH Treg NA28 ] ὁ χριστός RP
Σαρῶνα WH Treg NA28 ] Ἀσσάρωνα RP
ἔργων ἀγαθῶν WH Treg NA28 ] ἀγαθῶν ἔργων RP
ἔθηκαν αὐτὴν Treg NA28 ] αὐτὴν ἔθηκαν RP; ἔθηκαν WH
δύο ἄνδρας WH Treg NA28 ] – RP
ὀκνήσῃς WH Treg NA28 ] ὀκνῆσαι RP
ἡμῶν WH Treg NA28 ] αὐτῶν RP
καὶ WH Treg NA28 ] – RP
τῆς Treg NA28 RP ] – WH
ἐπίστευσαν πολλοὶ WH Treg NA28 ] πολλοὶ ἐπίστευσαν RP
δὲ WH NA28 RP ] + αὐτὸν Treg
μεῖναι WH Treg NA28 ] + αὐτὸν RP