11
1Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. 2⸂ὅτε δὲ ἀνέβη Πέτρος εἰς ⸀Ἰερουσαλήμ διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς 3λέγοντες ὅτι ⸂Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς. 4ἀρξάμενος ⸀δὲΠέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων· 5Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ· 6εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ· 7ἤκουσα δὲ ⸀καὶφωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 8εἶπον δέ· Μηδαμῶς, κύριε, ⸀ὅτικοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. 9ἀπεκρίθη δὲ ⸂φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. 10τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸂ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν. 11καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ⸀ἦμεν ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. 12εἶπεν δὲ ⸂τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν ⸀διακρίναντα ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός. 13ἀπήγγειλεν ⸀δὲἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ ⸀εἰπόντα Ἀπόστειλον εἰς ⸀Ἰόππηνκαὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, 14ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. 15ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτοὺς ὥσπερ καὶ ἐφʼ ἡμᾶς ἐν ἀρχῇ. 16ἐμνήσθην δὲ τοῦῥήματος ⸀τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ. 17εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ⸀ἐγὼτίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν; 18ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ⸀ἐδόξασαντὸν θεὸν λέγοντες· ⸀Ἄρακαὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ⸂εἰς ζωὴν ἔδωκεν.
19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ⸀ἐλθόντεςεἰς Ἀντιόχειαν ἐλάλουν ⸀καὶπρὸς τοὺς ⸀Ἑλληνιστάς εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν. 21καὶ ἦν χεὶρ κυρίου μετʼ αὐτῶν, πολύς τε ἀριθμὸς ⸀ὁπιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον. 22ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ⸀οὔσηςἐν ⸀Ἰερουσαλὴμπερὶ αὐτῶν, καὶ ἐξαπέστειλαν ⸀Βαρναβᾶνἕως Ἀντιοχείας· 23ὃς παραγενόμενος καὶ ἰδὼν τὴνχάριν ⸀τὴν τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας ⸀προσμένειντῷ κυρίῳ, 24ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ. 25ἐξῆλθεν δὲ εἰς ⸀Ταρσὸνἀναζητῆσαι Σαῦλον, 26καὶ εὑρὼν ⸀ἤγαγενεἰς Ἀντιόχειαν. ἐγένετο δὲ ⸂αὐτοῖς καὶ ἐναυτὸν ὅλον συναχθῆναι ⸀ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε ⸀πρώτωςἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
27Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· 28ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν ⸀μεγάληνμέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ⸀ἥτιςἐγένετο ἐπὶ ⸀Κλαυδίου 29τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.
Notes
*11:2
ὅτε δὲ WH Treg NA28 ] Καὶ ὅτε RP
†11:2
Ἰερουσαλήμ WH Treg NA28 ] Ἱεροσόλυμα RP
‡11:3
Εἰσῆλθες πρὸς … ἔχοντας καὶ συνέφαγες NA28 ] Πρὸς … ἔχοντας εἰσῆλθες καὶ συνέφαγες RP; Εἰσῆλθεν πρὸς … ἔχοντας καὶ συνέφαγεν WH Treg
§11:4
δὲ WH Treg NA28 ] + ὁ RP
*11:7
καὶ WH Treg NA28 ] – RP
†11:8
ὅτι WH Treg NA28 ] + πᾶν RP
‡11:9
φωνὴ ἐκ δευτέρου Treg NA28 ] ἐκ δευτέρου φωνὴ WH; μοι φωνὴ ἐκ δευτέρου RP
§11:10
ἀνεσπάσθη πάλιν WH Treg NA28 ] πάλιν ἀνεσπάσθη RP
*11:11
ἦμεν WH Treg NA28 ] ἤμην NIV RP
†11:12
τὸ πνεῦμά μοι WH Treg NA28 ] μοι τὸ πνεῦμά RP
‡11:12
διακρίναντα WH Treg NA28 ] διακρινόμενον RP
§11:13
δὲ WH Treg NA28 ] τε RP
*11:13
εἰπόντα WH Treg NA28 ] + αὐτῷ RP
†11:13
Ἰόππην WH Treg NA28 ] + ἄνδρας RP
‡11:16
τοῦ WH Treg NA28 ] – RP
§11:17
ἐγὼ WH Treg NA28 ] + δὲ RP
*11:18
ἐδόξασαν WH Treg NA28 ] ἐδόξαζον RP
†11:18
Ἄρα WH Treg NA28 ] + γε RP
‡11:18
εἰς ζωὴν ἔδωκεν WH Treg NA28 ] ἔδωκεν εἰς ζωὴν RP
§11:20
ἐλθόντες WH Treg NA28 ] εἰσελθόντες RP
*11:20
καὶ WH Treg NA28 ] – RP
†11:20
Ἑλληνιστάς WH RP NA28 ] Ἕλληνας Treg NIV
‡11:21
ὁ WH Treg NA28 ] – RP
§11:22
οὔσης WH Treg NA28 ] – RP
*11:22
Ἰερουσαλὴμ WH Treg NA28 ] Ἱεροσολύμοις RP
†11:22
Βαρναβᾶν WH Treg NIV ] + διελθεῖν RP NA28
‡11:23
τὴν WH Treg NA28 ] – RP
§11:23
προσμένειν Treg NA28 RP ] + ἐν WH
*11:25
Ταρσὸν WH Treg NA28 ] + ὁ Βαρνάβας RP
†11:26
ἤγαγεν WH Treg NA28 ] + αὐτὸν RP
‡11:26
αὐτοῖς καὶ WH Treg NA28 ] αὐτοὺς RP
§11:26
ἐν WH Treg NA28 ] – RP
*11:26
πρώτως WH Treg NA28 ] πρώτον RP
†11:28
μεγάλην WH Treg NA28 ] μέγαν RP
‡11:28
ἥτις WH Treg NA28 ] ὅστις καὶ RP
§11:28
Κλαυδίου WH Treg NA28 ] + Καίσαρος RP
ὅτε δὲ WH Treg NA28 ] Καὶ ὅτε RP
Ἰερουσαλήμ WH Treg NA28 ] Ἱεροσόλυμα RP
Εἰσῆλθες πρὸς … ἔχοντας καὶ συνέφαγες NA28 ] Πρὸς … ἔχοντας εἰσῆλθες καὶ συνέφαγες RP; Εἰσῆλθεν πρὸς … ἔχοντας καὶ συνέφαγεν WH Treg
δὲ WH Treg NA28 ] + ὁ RP
καὶ WH Treg NA28 ] – RP
ὅτι WH Treg NA28 ] + πᾶν RP
φωνὴ ἐκ δευτέρου Treg NA28 ] ἐκ δευτέρου φωνὴ WH; μοι φωνὴ ἐκ δευτέρου RP
ἀνεσπάσθη πάλιν WH Treg NA28 ] πάλιν ἀνεσπάσθη RP
ἦμεν WH Treg NA28 ] ἤμην NIV RP
τὸ πνεῦμά μοι WH Treg NA28 ] μοι τὸ πνεῦμά RP
διακρίναντα WH Treg NA28 ] διακρινόμενον RP
δὲ WH Treg NA28 ] τε RP
εἰπόντα WH Treg NA28 ] + αὐτῷ RP
Ἰόππην WH Treg NA28 ] + ἄνδρας RP
τοῦ WH Treg NA28 ] – RP
ἐγὼ WH Treg NA28 ] + δὲ RP
ἐδόξασαν WH Treg NA28 ] ἐδόξαζον RP
Ἄρα WH Treg NA28 ] + γε RP
εἰς ζωὴν ἔδωκεν WH Treg NA28 ] ἔδωκεν εἰς ζωὴν RP
ἐλθόντες WH Treg NA28 ] εἰσελθόντες RP
καὶ WH Treg NA28 ] – RP
Ἑλληνιστάς WH RP NA28 ] Ἕλληνας Treg NIV
ὁ WH Treg NA28 ] – RP
οὔσης WH Treg NA28 ] – RP
Ἰερουσαλὴμ WH Treg NA28 ] Ἱεροσολύμοις RP
Βαρναβᾶν WH Treg NIV ] + διελθεῖν RP NA28
τὴν WH Treg NA28 ] – RP
προσμένειν Treg NA28 RP ] + ἐν WH
Ταρσὸν WH Treg NA28 ] + ὁ Βαρνάβας RP
ἤγαγεν WH Treg NA28 ] + αὐτὸν RP
αὐτοῖς καὶ WH Treg NA28 ] αὐτοὺς RP
ἐν WH Treg NA28 ] – RP
πρώτως WH Treg NA28 ] πρώτον RP
μεγάλην WH Treg NA28 ] μέγαν RP
ἥτις WH Treg NA28 ] ὅστις καὶ RP
Κλαυδίου WH Treg NA28 ] + Καίσαρος RP