1Καὶ διασωθέντες τότε ⸀ἐπέγνωμενὅτι ⸀Μελίτηἡ νῆσος καλεῖται. 2οἵ ⸀τεβάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ⸀ἅψαντεςγὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. 3συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων ⸀τιπλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ⸀ἀπὸτῆς θέρμης ⸀ἐξελθοῦσακαθῆψε τῆς χειρὸς αὐτοῦ. 4ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ⸂πρὸς ἀλλήλους ἔλεγον· Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν. 5ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν· 6οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, ⸀μεταβαλόμενοιἔλεγον ⸂αὐτὸν εἶναι θεόν. 7Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς ⸂τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. 8ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ ⸀δυσεντερίῳσυνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν. 9τούτου ⸀δὲγενομένου καὶ οἱ λοιποὶ οἱ ⸂ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο, 10οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς ⸂τὰς χρείας. 11Μετὰ δὲ τρεῖς μῆνας ⸀ἀνήχθημενἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις. 12καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς, 13ὅθεν ⸀περιελόντεςκατηντήσαμεν εἰς Ῥήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους, 14οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν ⸀παρʼαὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν. 15κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ⸀ἦλθανεἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος. 16Ὅτε δὲ ⸀εἰσήλθομενεἰς Ῥώμην, ⸂ἐπετράπη τῷ Παύλῳ μένειν καθʼ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. 17Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι ⸀αὐτὸντοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς· ⸂Ἐγώ, ἄνδρες ἀδελφοί⸃, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων, 18οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί· 19ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι ⸀κατηγορεῖν 20διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. 21οἱ δὲ πρὸς αὐτὸν εἶπαν· Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν. 22ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ⸂ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται. 23Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ⸀ἧκονπρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε ⸀αὐτοὺςπερὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας. 24καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις οἱ δὲ ἠπίστουν, 25ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ⸀ὑμῶν 26⸀λέγων Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· 27ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. 28γνωστὸν οὖν ⸂ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη ⸀τοῦτοτὸ σωτήριον τοῦ θεοῦ· αὐτοὶ καὶ ⸀ἀκούσονται 30⸀Ἐνέμεινεν⸀δὲδιετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, 31κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως. ‘/book’

Notes


*28:1 ἐπέγνωμεν WH Treg NA28 ] ἐπέγνωσαν RP

28:1 Μελίτη Treg NA28 RP ] Μελιτήνη WH

28:2 τε WH Treg NA28 ] δὲ RP

§28:2 ἅψαντες WH Treg NA28 ] ἀνάψαντες RP

*28:3 τι WH Treg NA28 ] – RP

28:3 ἀπὸ WH Treg NA28 ] ἐκ RP

28:3 ἐξελθοῦσα WH Treg NA28 ] διεξελθοῦσα RP

§28:4 πρὸς ἀλλήλους ἔλεγον WH Treg NA28 ] ἔλεγον πρὸς ἀλλήλους RP

*28:6 μεταβαλόμενοι WH Treg NA28 ] μεταβαλλόμενοι RP

28:6 αὐτὸν εἶναι θεόν WH Treg NA28 ] θεὸν αὐτὸν εἶναι RP

28:7 τρεῖς ἡμέρας Treg NA28 RP ] ἡμέρας τρεῖς WH

§28:8 δυσεντερίῳ WH Treg NA28 ] δυσεντερίᾳ RP

*28:9 δὲ WH Treg NA28 ] οὖν RP

28:9 ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας WH Treg NA28 ] ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ RP

28:10 τὰς χρείας WH Treg NA28 ] τὴν χρείαν RP

§28:11 ἀνήχθημεν WH Treg NA28 ] ἤχθημεν RP

*28:13 περιελόντες WH NA28 ] περιελθόντες Treg RP

28:14 παρʼ WH Treg NA28 ] ἐπʼ RP

28:15 ἦλθαν WH Treg NA28 ] ἐξῆλθον RP

§28:16 εἰσήλθομεν WH Treg NA28 ] ἤλθομεν RP

*28:16 ἐπετράπη τῷ Παύλῳ WH Treg NA28 ] ὁ ἑκατόνταρχος παρέδωκεν τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ τῷ δὲ Παύλῳ ἐπετράπη RP

28:17 αὐτὸν WH Treg NA28 ] τὸν Παῦλον RP

28:17 Ἐγώ ἄνδρες ἀδελφοί WH Treg NA28 ] Ἄνδρες ἀδελφοί ἐγὼ RP

§28:19 κατηγορεῖν WH Treg NA28 ] κατηγορῆσαι RP

*28:22 ἡμῖν ἐστιν WH Treg NA28 ] ἐστιν ἡμῖν RP

28:23 ἧκον RP ] ἦλθον WH Treg NA28

28:23 αὐτοὺς WH Treg NA28 ] + τὰ RP

§28:25 ὑμῶν WH Treg NA28 ] ἡμῶν RP

*28:26 λέγων WH Treg NA28 ] λέγον RP

28:28 ἔστω ὑμῖν Treg NA28 RP ] ὑμῖν ἔστω WH

28:28 τοῦτο WH Treg NA28 ] – RP

§28:28 ἀκούσονται WH Treg NA28 ] + 29 Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν. RP

*28:30 Ἐνέμεινεν WH Treg NA28 ] Ἔμεινεν RP

28:30 δὲ WH Treg NA28 ] + ὁ Παῦλος RP