1Ἦσαν ⸀δὲἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος. 2λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶνηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν ⸀καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. 3τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.
4⸀Αὐτοὶμὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ⸂ἁγίου πνεύματος κατῆλθον ⸀εἰςΣελεύκειαν, ἐκεῖθέν ⸀τεἀπέπλευσαν ⸁εἰςΚύπρον, 5καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. 6διελθόντες δὲ ⸀ὅληντὴν νῆσον ἄχρι Πάφου εὗρον ⸀ἄνδρατινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα ⸀Βαριησοῦ 7ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ· 8ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ⸀ἁγίουἀτενίσας εἰς αὐτὸν 10εἶπεν· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ⸀ὁδοὺςκυρίου τὰς εὐθείας; 11καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα ⸀δὲ⸀ἔπεσενἐπʼ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
13Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ ⸀περὶΠαῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπʼ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν ⸂τὴν Πισιδίαν, καὶ ⸀εἰσελθόντεςεἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. 15μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἴ ⸀τίςἐστιν ⸂ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. 16ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε. 17ὁ θεὸς τοῦ λαοῦ τούτου ⸀Ἰσραὴλἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ ⸀Αἰγύπτου καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, 18καί, ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, 19⸀καὶκαθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν ⸀κατεκληρονόμησεντὴν γῆν αὐτῶν 20⸂ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα⸃ ἔδωκεν κριτὰς ἕως Σαμουὴλ ⸀τοῦ προφήτου. 21κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα· 22καὶ μεταστήσας αὐτὸν ἤγειρεν ⸂τὸν Δαυὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. 23τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατʼ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ ⸂σωτῆρα Ἰησοῦν, 24προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας ⸂παντὶ τῷ λαῷ Ἰσραήλ. 25ὡς δὲ ἐπλήρου ⸀Ἰωάννηςτὸν δρόμον, ἔλεγεν· ⸂Τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλʼ ἰδοὺ ἔρχεται μετʼ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
26Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ⸀ἡμῖνὁ λόγος τῆς σωτηρίας ταύτης ⸀ἐξαπεστάλη 27οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, 28καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν· 29ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. 30ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες ⸀νῦνεἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην 33ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ⸀ἡμῶνἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ⸂ψαλμῷ γέγραπται τῷ δευτέρῳ· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. 34ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά. 35⸀διότικαὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· 36Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν, 37ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν. 38γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ⸀ἐννόμῳ Μωϋσέως δικαιωθῆναι 39ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. 40βλέπετε οὖν μὴ ⸀ἐπέλθῃτὸ εἰρημένον ἐν τοῖς προφήταις· 41Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ⸂ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ⸀ἔργονὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
42Ἐξιόντων δὲ ⸀αὐτῶν⸀παρεκάλουνεἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ⸀ταῦτα 43λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες ⸀αὐτοῖςἔπειθον αὐτοὺς ⸀προσμένειντῇ χάριτι τοῦ θεοῦ.
44Τῷ ⸀δὲἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ ⸀κυρίου 45ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ⸀ὑπὸΠαύλου ⸀λαλουμένοις⸀βλασφημοῦντες 46παρρησιασάμενοί ⸀τεὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ⸀ἐπειδὴἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· 47οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. 48ἀκούοντα δὲ τὰ ἔθνη ⸀ἔχαιρονκαὶ ἐδόξαζον τὸν λόγον τοῦ ⸀κυρίου καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· 49διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου διʼ ὅλης τῆς χώρας. 50οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας ⸀γυναῖκαςτὰς εὐσχήμονας καὶτοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον ⸀καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. 51οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ⸀ποδῶνἐπʼ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον, 52οἵ ⸀τεμαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.

Notes


*13:1 δὲ WH Treg NA28 ] + τινες RP

13:2 καὶ WH Treg NA28 ] + τὸν RP

13:4 Αὐτοὶ WH Treg NA28 ] Οὗτοι RP

§13:4 ἁγίου πνεύματος WH Treg NA28 ] πνεύματος τοῦ ἁγίου RP

*13:4 ⸀εἰς WH Treg NA28 ] + τὴν RP

13:4 τε WH Treg NA28 ] δὲ RP

13:4 ⸁εἰς WH Treg NA28 ] + τὴν RP

§13:6 ὅλην WH Treg NA28 ] – RP

*13:6 ἄνδρα WH Treg NA28 ] – RP

13:6 Βαριησοῦ NA28 ] Βαριησοῦς WH Treg RP

13:9 ἁγίου WH Treg NA28 ] + καὶ RP

§13:10 ὁδοὺς Treg RP ] + τοῦ WH NA28

*13:11 δὲ WH Treg RP ] τε NA28

13:11 ἔπεσεν WH Treg NA28 ] ἐπέπεσεν RP

13:13 περὶ WH Treg NA28 ] + τὸν RP

§13:14 τὴν Πισιδίαν WH Treg NA28 ] τῆς Πισιδίας RP

*13:14 εἰσελθόντες NA28 RP ] ἐλθόντες WH Treg

13:15 τίς WH Treg NA28 ] – RP

13:15 ἐν ὑμῖν λόγος WH Treg NA28 ] λόγος ἐν ὑμῖν RP

§13:17 Ἰσραὴλ WH Treg NA28 ] – RP

*13:17 Αἰγύπτου WH Treg NA28 ] Αἰγύπτῳ RP

13:19 καὶ Treg NA28 RP ] – WH

13:19 κατεκληρονόμησεν WH Treg NA28 ] + αὐτοῖς RP

§13:20 ὡς … πεντήκοντα καὶ μετὰ ταῦτα WH Treg NA28 ] καὶ μετὰ ταῦτα ὡς … πεντήκοντα RP

*13:20 τοῦ NA28 RP ] – WH Treg

13:22 τὸν Δαυὶδ αὐτοῖς WH Treg NA28 ] αὐτοῖς τὸν Δαυὶδ RP

13:23 σωτῆρα Ἰησοῦν WH Treg NA28 ] σωτηρίαν RP

§13:24 παντὶ τῷ λαῷ WH Treg NA28 ] τῷ RP

*13:25 Ἰωάννης WH Treg NA28 ] ὁ Ἰωάννης RP

13:25 Τί ἐμὲ WH Treg NA28 ] Τίνα με RP

13:26 ἡμῖν WH NA28 ] ὑμῖν Treg RP

§13:26 ἐξαπεστάλη WH Treg NA28 ] ἀπεστάλη RP

*13:31 νῦν WH Treg NA28 ] – RP

13:33 ἡμῶν WH Treg ] αὐτῶν ἡμῖν NA28 RP

13:33 ψαλμῷ γέγραπται τῷ δευτέρῳ WH NA28 ] ψαλμῷ τῷ δευτέρῳ γέγραπται RP; πρώτῳ ψαλμῷ γέγραπται Treg

§13:35 διότι WH Treg NA28 ] Διὸ RP

*13:38 ἐν WH Treg NA28 ] + τῷ RP

13:40 ἐπέλθῃ WH Treg NA28 ] + ἐφʼ ὑμᾶς RP

13:41 ἐργάζομαι ἐγὼ WH Treg NA28 ] ἐγὼ ἐργάζομαι RP

§13:41 ἔργον WH Treg NA28 ] – RP

*13:42 αὐτῶν WH Treg NA28 ] αὐτῶν ἐκ τῆς συναγωγῆς NIV; ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων RP

13:42 παρεκάλουν WH Treg NA28 ] + τὰ ἔθνη RP

13:42 ταῦτα WH Treg NA28 ] – RP

§13:43 αὐτοῖς WH Treg NA28 ] – RP

*13:43 προσμένειν WH Treg NA28 ] ἐπιμένειν RP

13:44 δὲ WH Treg NA28 ] τε RP

13:44 κυρίου Treg NA28 ] θεοῦ WH RP

§13:45 ὑπὸ WH Treg NA28 ] + τοῦ RP

*13:45 λαλουμένοις WH Treg NA28 ] λεγομένοις RP

13:45 βλασφημοῦντες WH Treg NA28 ] ἀντιλέγοντες καὶ βλασφημοῦντες RP

13:46 τε WH Treg NA28 ] δὲ RP

§13:46 ἐπειδὴ WH Treg NA28 ] + δὲ RP

*13:48 ἔχαιρον WH Treg NA28 ] ἔχαιρεν RP

13:48 κυρίου Treg NA28 RP ] θεοῦ WH

13:50 γυναῖκας WH Treg NA28 ] + καὶ RP

§13:50 καὶ WH Treg NA28 ] + τὸν RP

*13:51 ποδῶν WH Treg NA28 ] + αὐτῶν RP

13:52 τε WH Treg NA28 ] δὲ RP