7
1Εἶπεν δὲ ὁ ἀρχιερεύς· ⸀Εἰταῦτα οὕτως ἔχει; 2ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, 3καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκτῆς γῆς σου καὶ ⸀ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς ⸀τὴνγῆν ἣν ἄν σοι δείξω. 4τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε, 5καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. 6ἐλάλησεν ⸀δὲοὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· 7καὶ τὸ ἔθνος ᾧ ⸀ἐὰν⸀δουλεύσουσινκρινῶ ἐγώ, ⸂ὁ θεὸς εἶπεν, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ. 8καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ⸀καὶἸσαὰκ τὸν Ἰακώβ, ⸁καὶἸακὼβ τοὺς δώδεκα πατριάρχας.
9Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετʼ αὐτοῦ, 10καὶἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον ⸀καὶ ὅλον τὸν οἶκον αὐτοῦ. 11ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν ⸀Αἴγυπτονκαὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν· 12ἀκούσας δὲ Ἰακὼβ ὄντα ⸂σιτία εἰς Αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον· 13καὶ ἐν τῷ δευτέρῳ ⸀ἀνεγνωρίσθηἸωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ ⸀γένοςἸωσήφ. 14ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο ⸂Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε, 15⸂καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, 16καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ⸀ᾧὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ⸀ἐνΣυχέμ.
17Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ⸀ὡμολόγησενὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, 18ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος ⸂ἐπʼ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. 19οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς ⸀πατέραςτοῦ ποιεῖν ⸂τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι. 20ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός· 21⸂ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. 22καὶ ἐπαιδεύθη ⸀Μωϋσῆςπάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις ⸀αὐτοῦ
23Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. 24καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον. 25ἐνόμιζεν δὲ συνιέναι τοὺς ⸀ἀδελφοὺςὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν ⸂σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν. 26τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ ⸀συνήλλασσεναὐτοὺς εἰς εἰρήνην εἰπών· Ἄνδρες, ἀδελφοί ⸀ἐστε ἱνατί ἀδικεῖτε ἀλλήλους; 27ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼ ⸀ἡμῶν 28μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ⸀ἐχθὲςτὸν Αἰγύπτιον; 29ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
30Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ⸀ἄγγελοςἐν φλογὶ πυρὸς βάτου· 31ὁ δὲ Μωϋσῆς ἰδὼν ⸀ἐθαύμασεντὸ ὅραμα. προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ ⸀κυρίου 32Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ ⸀καὶἸσαὰκ ⸁καὶἸακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι. 33εἶπεν δὲ αὐτῷ ὁ κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ⸀ἐφʼᾧ ἕστηκας γῆ ἁγία ἐστίν. 34ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ ⸀αὐτοῦἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ⸀ἀποστείλωσε εἰς Αἴγυπτον.
35Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα καὶδικαστήν, τοῦτον ὁ θεὸς ⸀καὶ ἄρχοντα καὶ λυτρωτὴν ⸂ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. 36οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν ⸀γῇΑἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα. 37οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ ⸀εἴπαςτοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει ⸂ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. 38οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο ⸀λόγιαζῶντα δοῦναι ⸀ἡμῖν 39ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ⸂ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον, 40εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ⸀ἐγένετοαὐτῷ. 41καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 42ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν·
Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ; 43καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ ⸀θεοῦ⸀Ῥαιφάν τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
44Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει, 45ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυίδ· 46ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ ⸀θεῷἸακώβ. 47Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον. 48ἀλλʼ οὐχ ὁ ὕψιστος ἐν ⸀χειροποιήτοιςκατοικεῖ· καθὼς ὁ προφήτης λέγει· 49Ὁ οὐρανός μοι θρόνος, ⸂ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; 50οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;
51Σκληροτράχηλοι καὶ ἀπερίτμητοι ⸀καρδίαιςκαὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. 52τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ⸀ἐγένεσθε 53οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
54Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν. 55ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ, 56καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ⸀διηνοιγμένουςκαὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. 57κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν, 58καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια ⸀αὐτῶνπαρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. 59καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου· 60θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς ⸂ταύτην τὴν ἁμαρτίαν· καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
Notes
*7:1
Εἰ WH Treg NA28 ] + ἄρα RP
†7:3
ἐκ NA28 RP ] – WH Treg
‡7:3
τὴν WH Treg NA28 ] – RP
§7:6
δὲ WH Treg RP NA28 ] + αὐτῷ NIV
*7:7
ἐὰν NA28 RP ] ἂν WH Treg
†7:7
δουλεύσουσιν WH Treg NA28 ] δουλεύσωσιν RP
‡7:7
ὁ θεὸς εἶπεν WH Treg NA28 ] εἶπεν ὁ θεὸς RP
§7:8
⸀καὶ WH Treg NA28 ] + ὁ RP
*7:8
⸁καὶ WH Treg NA28 ] + ὁ RP
†7:10
καὶ WH Treg NIV RP ] + ἐφʼ NA28
‡7:11
Αἴγυπτον WH Treg NA28 ] γῆν Αἰγύπτου RP
§7:12
σιτία εἰς Αἴγυπτον WH Treg NA28 ] σῖτα ἐν Αἰγύπτῳ RP
*7:13
ἀνεγνωρίσθη NA28 RP ] γνωρίσθη WH Treg
†7:13
γένος WH Treg ] + τοῦ NA28 RP
‡7:14
Ἰακὼβ τὸν πατέρα αὐτοῦ WH Treg NA28 ] τὸν πατέρα αὐτοῦ Ἰακὼβ RP
§7:15
καὶ κατέβη Treg NA28 ] κατέβη δὲ WH RP
*7:16
ᾧ WH Treg NA28 ] ὃ RP
†7:16
ἐν WH Treg NA28 ] τοῦ RP
‡7:17
ὡμολόγησεν WH Treg NA28 ] ὤμοσεν RP
§7:18
ἐπʼ Αἴγυπτον WH Treg NA28 ] – RP
*7:19
πατέρας WH Treg ] + ἡμῶν NA28 RP
†7:19
τὰ βρέφη ἔκθετα WH Treg NA28 ] ἔκθετα τὰ βρέφη RP
‡7:21
ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν WH Treg NA28 ] Ἐκτεθέντα δὲ αὐτόν ἀνείλετο RP
§7:22
Μωϋσῆς WH RP ] + ἐν Treg NA28
*7:22
αὐτοῦ WH Treg NA28 ] – RP
†7:25
ἀδελφοὺς WH Treg ] + αὐτοῦ NA28 RP
‡7:25
σωτηρίαν αὐτοῖς WH Treg NA28 ] αὐτοῖς σωτηρίαν RP
§7:26
συνήλλασσεν WH Treg NA28 ] συνήλασεν RP
*7:26
ἐστε WH Treg NA28 ] + ὑμεῖς RP
†7:27
ἡμῶν WH Treg NA28 ] ἡμᾶς RP
‡7:28
ἐχθὲς WH Treg NA28 ] χθὲς RP
§7:30
ἄγγελος WH Treg NA28 ] + κυρίου RP
*7:31
ἐθαύμασεν WH Treg ] ἐθαύμαζεν NA28 RP
†7:31
κυρίου WH Treg NA28 ] + πρὸς αὐτόν RP
‡7:32
⸀καὶ WH Treg NA28 ] + ὁ θεὸς RP
§7:32
⸁καὶ WH Treg NA28 ] + ὁ θεὸς RP
*7:33
ἐφʼ WH Treg NA28 ] ἐν RP
†7:34
αὐτοῦ WH Treg ] αὐτῶν NA28 RP
‡7:34
ἀποστείλω WH Treg NA28 ] ἀποστελῶ RP
§7:35
καὶ WH Treg NA28 ] – NIV RP
*7:35
ἀπέσταλκεν σὺν WH Treg NA28 ] ἀπέστειλεν ἐν RP
†7:36
γῇ NA28 RP ] τῇ WH Treg
‡7:37
εἴπας WH Treg NA28 ] εἰπὼν RP
§7:37
ὁ θεὸς WH Treg NA28 ] κύριος ὁ θεὸς ἡμῶν RP
*7:38
λόγια WH Treg NA28 ] λόγον RP
†7:38
ἡμῖν Treg NA28 RP ] ὑμῖν WH
‡7:39
ἐν ταῖς καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RP
§7:40
ἐγένετο WH Treg NA28 ] γέγονεν RP
*7:43
θεοῦ WH Treg ] + ὑμῶν NA28 RP
†7:43
Ῥαιφάν NA28 ] Ῥομφά WH; Ῥεφάν Treg; Ῥεμφάν RP
‡7:46
θεῷ WH Treg NIV RP ] οἴκῳ NA28
§7:48
χειροποιήτοις WH Treg NA28 ] + ναοῖς RP
*7:49
ἡ δὲ Treg NA28 RP ] καὶ ἡ WH
†7:51
καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RP
‡7:52
ἐγένεσθε WH Treg NA28 ] γεγένησθε RP
§7:56
διηνοιγμένους WH Treg NA28 ] ἀνεῳγμένους RP
*7:58
αὐτῶν WH Treg NA28 ] – RP
†7:60
ταύτην τὴν ἁμαρτίαν WH Treg NA28 ] τὴν ἁμαρτίαν ταύτην RP
Εἰ WH Treg NA28 ] + ἄρα RP
ἐκ NA28 RP ] – WH Treg
τὴν WH Treg NA28 ] – RP
δὲ WH Treg RP NA28 ] + αὐτῷ NIV
ἐὰν NA28 RP ] ἂν WH Treg
δουλεύσουσιν WH Treg NA28 ] δουλεύσωσιν RP
ὁ θεὸς εἶπεν WH Treg NA28 ] εἶπεν ὁ θεὸς RP
⸀καὶ WH Treg NA28 ] + ὁ RP
⸁καὶ WH Treg NA28 ] + ὁ RP
καὶ WH Treg NIV RP ] + ἐφʼ NA28
Αἴγυπτον WH Treg NA28 ] γῆν Αἰγύπτου RP
σιτία εἰς Αἴγυπτον WH Treg NA28 ] σῖτα ἐν Αἰγύπτῳ RP
ἀνεγνωρίσθη NA28 RP ] γνωρίσθη WH Treg
γένος WH Treg ] + τοῦ NA28 RP
Ἰακὼβ τὸν πατέρα αὐτοῦ WH Treg NA28 ] τὸν πατέρα αὐτοῦ Ἰακὼβ RP
καὶ κατέβη Treg NA28 ] κατέβη δὲ WH RP
ᾧ WH Treg NA28 ] ὃ RP
ἐν WH Treg NA28 ] τοῦ RP
ὡμολόγησεν WH Treg NA28 ] ὤμοσεν RP
ἐπʼ Αἴγυπτον WH Treg NA28 ] – RP
πατέρας WH Treg ] + ἡμῶν NA28 RP
τὰ βρέφη ἔκθετα WH Treg NA28 ] ἔκθετα τὰ βρέφη RP
ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν WH Treg NA28 ] Ἐκτεθέντα δὲ αὐτόν ἀνείλετο RP
Μωϋσῆς WH RP ] + ἐν Treg NA28
αὐτοῦ WH Treg NA28 ] – RP
ἀδελφοὺς WH Treg ] + αὐτοῦ NA28 RP
σωτηρίαν αὐτοῖς WH Treg NA28 ] αὐτοῖς σωτηρίαν RP
συνήλλασσεν WH Treg NA28 ] συνήλασεν RP
ἐστε WH Treg NA28 ] + ὑμεῖς RP
ἡμῶν WH Treg NA28 ] ἡμᾶς RP
ἐχθὲς WH Treg NA28 ] χθὲς RP
ἄγγελος WH Treg NA28 ] + κυρίου RP
ἐθαύμασεν WH Treg ] ἐθαύμαζεν NA28 RP
κυρίου WH Treg NA28 ] + πρὸς αὐτόν RP
⸀καὶ WH Treg NA28 ] + ὁ θεὸς RP
⸁καὶ WH Treg NA28 ] + ὁ θεὸς RP
ἐφʼ WH Treg NA28 ] ἐν RP
αὐτοῦ WH Treg ] αὐτῶν NA28 RP
ἀποστείλω WH Treg NA28 ] ἀποστελῶ RP
καὶ WH Treg NA28 ] – NIV RP
ἀπέσταλκεν σὺν WH Treg NA28 ] ἀπέστειλεν ἐν RP
γῇ NA28 RP ] τῇ WH Treg
εἴπας WH Treg NA28 ] εἰπὼν RP
ὁ θεὸς WH Treg NA28 ] κύριος ὁ θεὸς ἡμῶν RP
λόγια WH Treg NA28 ] λόγον RP
ἡμῖν Treg NA28 RP ] ὑμῖν WH
ἐν ταῖς καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RP
ἐγένετο WH Treg NA28 ] γέγονεν RP
θεοῦ WH Treg ] + ὑμῶν NA28 RP
Ῥαιφάν NA28 ] Ῥομφά WH; Ῥεφάν Treg; Ῥεμφάν RP
θεῷ WH Treg NIV RP ] οἴκῳ NA28
χειροποιήτοις WH Treg NA28 ] + ναοῖς RP
ἡ δὲ Treg NA28 RP ] καὶ ἡ WH
καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RP
ἐγένεσθε WH Treg NA28 ] γεγένησθε RP
διηνοιγμένους WH Treg NA28 ] ἀνεῳγμένους RP
αὐτῶν WH Treg NA28 ] – RP
ταύτην τὴν ἁμαρτίαν WH Treg NA28 ] τὴν ἁμαρτίαν ταύτην RP