18
1⸀Μετὰταῦτα ⸀χωρισθεὶςἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. 2καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ ⸀διατεταχέναιΚλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ⸀ἀπὸτῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, 3καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρʼ αὐτοῖς καὶ ⸀ἠργάζετο ἦσαν γὰρ σκηνοποιοὶ ⸂τῇ τέχνῃ. 4διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας. 5Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ ⸀λόγῳὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις ⸀εἶναιτὸν χριστὸν Ἰησοῦν. 6ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. 7καὶ μεταβὰς ἐκεῖθεν ⸀εἰσῆλθενεἰς οἰκίαν τινὸς ὀνόματι ⸀ΤιτίουἸούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. 8Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. 9εἶπεν δὲ ὁ κύριος ⸂ἐν νυκτὶ διʼ ὁράματος τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, 10διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. 11ἐκάθισεν ⸀δὲἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ. 12Γαλλίωνος δὲ ⸂ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας κατεπέστησαν ⸂ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, 13λέγοντες ὅτι Παρὰ τὸν νόμον ⸂ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. 14μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰ ⸀μὲνἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· 15εἰ δὲ ⸀ζητήματάἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθʼ ὑμᾶς, ὄψεσθε αὐτοί· ⸀κριτὴςἐγὼ τούτων οὐ βούλομαι εἶναι. 16καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17ἐπιλαβόμενοι δὲ ⸀πάντεςΣωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ⸀ἔμελεν 18Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ⸂ἐν Κεγχρεαῖς τὴν κεφαλήν, εἶχεν γὰρ εὐχήν. 19⸀κατήντησανδὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν ⸀διελέξατοτοῖς Ἰουδαίοις. 20ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον ⸀μεῖναιοὐκ ἐπένευσεν, 21⸂ἀλλὰ ἀποταξάμενος καὶ ⸀εἰπών ⸀Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, 22καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, 23καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ⸀στηρίζωνπάντας τοὺς μαθητάς. 24Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ ⸀Ἰησοῦ ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου. 26οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ ⸂Πρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ⸂ὁδὸν τοῦ θεοῦ. 27βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· 28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.
Notes
*18:1
Μετὰ WH Treg NA28 ] + δὲ RP
†18:1
χωρισθεὶς WH Treg NA28 ] + ὁ Παῦλος RP
‡18:2
διατεταχέναι WH Treg NA28 ] τεταχέναι RP
§18:2
ἀπὸ WH Treg NA28 ] ἐκ RP
*18:3
ἠργάζετο Treg NA28 RP ] ἠργάζοντο WH
†18:3
τῇ τέχνῃ WH Treg NA28 ] τὴν τέχνην RP
‡18:5
λόγῳ WH Treg NA28 ] πνεύματι RP
§18:5
εἶναι WH Treg NA28 ] – RP
*18:7
εἰσῆλθεν NA28 ] ἦλθεν WH Treg RP
†18:7
Τιτίου WH Treg NA28 ] – RP
‡18:9
ἐν νυκτὶ διʼ ὁράματος WH Treg NA28 ] διʼ ὁράματος ἐν νυκτὶ RP
§18:11
δὲ WH Treg NA28 ] τε RP
*18:12
ἀνθυπάτου ὄντος WH Treg NA28 ] ἀνθυπατεύοντος RP
†18:12
ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι Treg NA28 RP ] οἱ Ἰουδαῖοι ὁμοθυμαδὸν WH
‡18:13
ἀναπείθει οὗτος WH Treg NA28 ] οὗτος ἀναπείθει RP
§18:14
μὲν WH Treg NA28 ] + οὖν RP
*18:15
ζητήματά WH Treg NA28 ] ζήτημά RP
†18:15
κριτὴς WH Treg NA28 ] + γὰρ RP
‡18:17
πάντες WH Treg NA28 ] + οἱ Ἕλληνες RP
§18:17
ἔμελεν WH Treg NA28 ] ἔμελλεν RP
*18:18
ἐν Κεγχρεαῖς τὴν κεφαλήν WH Treg NA28 ] τὴν κεφαλήν ἐν Κεγχρεαῖς RP
†18:19
κατήντησαν WH Treg NA28 ] Κατήντησεν RP
‡18:19
διελέξατο WH Treg NA28 ] διελέχθη RP
§18:20
μεῖναι WH Treg NA28 ] + παρʼ αὐτοῖς RP
*18:21
ἀλλὰ ἀποταξάμενος καὶ WH Treg NA28 ] ἀλλʼ ἀπετάξατο αὐτοῖς RP
†18:21
εἰπών WH Treg NA28 ] + Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα RP
‡18:21
Πάλιν WH Treg NA28 ] + δὲ RP
§18:23
στηρίζων WH Treg ] ἐπιστηρίζων NA28 RP
*18:25
Ἰησοῦ WH Treg NA28 ] κυρίου RP
†18:26
Πρίσκιλλα καὶ Ἀκύλας WH Treg NA28 ] Ἀκύλας καὶ Πρίσκιλλα RP
‡18:26
ὁδὸν τοῦ θεοῦ WH Treg NA28 ] τοῦ θεοῦ ὁδὸν RP
Μετὰ WH Treg NA28 ] + δὲ RP
χωρισθεὶς WH Treg NA28 ] + ὁ Παῦλος RP
διατεταχέναι WH Treg NA28 ] τεταχέναι RP
ἀπὸ WH Treg NA28 ] ἐκ RP
ἠργάζετο Treg NA28 RP ] ἠργάζοντο WH
τῇ τέχνῃ WH Treg NA28 ] τὴν τέχνην RP
λόγῳ WH Treg NA28 ] πνεύματι RP
εἶναι WH Treg NA28 ] – RP
εἰσῆλθεν NA28 ] ἦλθεν WH Treg RP
Τιτίου WH Treg NA28 ] – RP
ἐν νυκτὶ διʼ ὁράματος WH Treg NA28 ] διʼ ὁράματος ἐν νυκτὶ RP
δὲ WH Treg NA28 ] τε RP
ἀνθυπάτου ὄντος WH Treg NA28 ] ἀνθυπατεύοντος RP
ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι Treg NA28 RP ] οἱ Ἰουδαῖοι ὁμοθυμαδὸν WH
ἀναπείθει οὗτος WH Treg NA28 ] οὗτος ἀναπείθει RP
μὲν WH Treg NA28 ] + οὖν RP
ζητήματά WH Treg NA28 ] ζήτημά RP
κριτὴς WH Treg NA28 ] + γὰρ RP
πάντες WH Treg NA28 ] + οἱ Ἕλληνες RP
ἔμελεν WH Treg NA28 ] ἔμελλεν RP
ἐν Κεγχρεαῖς τὴν κεφαλήν WH Treg NA28 ] τὴν κεφαλήν ἐν Κεγχρεαῖς RP
κατήντησαν WH Treg NA28 ] Κατήντησεν RP
διελέξατο WH Treg NA28 ] διελέχθη RP
μεῖναι WH Treg NA28 ] + παρʼ αὐτοῖς RP
ἀλλὰ ἀποταξάμενος καὶ WH Treg NA28 ] ἀλλʼ ἀπετάξατο αὐτοῖς RP
εἰπών WH Treg NA28 ] + Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα RP
Πάλιν WH Treg NA28 ] + δὲ RP
στηρίζων WH Treg ] ἐπιστηρίζων NA28 RP
Ἰησοῦ WH Treg NA28 ] κυρίου RP
Πρίσκιλλα καὶ Ἀκύλας WH Treg NA28 ] Ἀκύλας καὶ Πρίσκιλλα RP
ὁδὸν τοῦ θεοῦ WH Treg NA28 ] τοῦ θεοῦ ὁδὸν RP