1Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς. 2ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ ⸀μέλλοντιπλεῖν ⸀εἰςτοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως· 3τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα, φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους ⸀πορευθέντιἐπιμελείας τυχεῖν. 4κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους, 5τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τῆς Λυκίας. 6κἀκεῖ εὑρὼν ὁ ⸀ἑκατοντάρχηςπλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. 7ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην, 8μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας ᾧ ἐγγὺς ⸂ἦν πόλις ⸀Λασαία
9Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος 10λέγων αὐτοῖς· Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν. 11ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ⸂μᾶλλον ἐπείθετο ἢ τοῖς ⸀ὑπὸΠαύλου λεγομένοις. 12ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθῆναι ⸀ἐκεῖθεν εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
13Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην. 14μετʼ οὐ πολὺ δὲ ἔβαλεν κατʼ αὐτῆς ἄνεμος τυφωνικὸς ὁ καλούμενος ⸀Εὐρακύλων 15συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα. 16νησίον δέ τι ὑποδραμόντες καλούμενον ⸀Καῦδα⸂ἰσχύσαμεν μόλις περικρατεῖς γενέσθαι τῆς σκάφης, 17ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. 18σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο, 19καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ⸀ἔρριψαν 20μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ⸂ἐλπὶς πᾶσα τοῦ σῴζεσθαι ἡμᾶς.
21Πολλῆς ⸀τεἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. 22καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν, ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου· 23παρέστη γάρ μοι ταύτῃ τῇ ⸀νυκτὶτοῦ θεοῦ, οὗ ⸀εἰμι ᾧ καὶ λατρεύω, ⸀ἄγγελος 24λέγων· Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι, καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. 25διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθʼ ὃν τρόπον λελάληταί μοι. 26εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
27Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν. 28καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε· 29φοβούμενοί τε ⸂μή που κατὰ τραχεῖς τόπους ἐκπέσωμεν ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι. 30τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρῴρης ⸂ἀγκύρας μελλόντων ἐκτείνειν, 31εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις· Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. 32τότε ⸂ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
33Ἄχρι δὲ οὗ ⸂ἡμέρα ἤμελλεν γίνεσθαι παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων· Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηθὲν προσλαβόμενοι· 34διὸ παρακαλῶ ὑμᾶς ⸀μεταλαβεῖντροφῆς, τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ⸀ἀπὸτῆς κεφαλῆς ⸀ἀπολεῖται 35⸀εἴπαςδὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν. 36εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. 37 μεθα δὲ ⸂αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ⸃ ⸀διακόσιαιἑβδομήκοντα ἕξ. 38κορεσθέντες ⸀δὲτροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
39Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ⸀ἐβουλεύοντοεἰ ⸀δύναιντο⸀ἐξῶσαιτὸ πλοῖον. 40καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. 41περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ⸀ἐπέκειλαντὴν ναῦν, καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς ⸀βίας 42τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ· 43ὁ δὲ ⸀ἑκατοντάρχηςβουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, 44καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου· καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.

Notes


*27:2 μέλλοντι WH Treg NA28 ] μέλλοντες RP

27:2 εἰς WH Treg NA28 ] – RP

27:3 πορευθέντι WH Treg NA28 ] πορευθέντα RP

§27:6 ἑκατοντάρχης WH Treg NA28 ] ἑκατόνταρχος RP

*27:8 ἦν πόλις WH Treg RP ] πόλις ἦν NA28

27:8 Λασαία WH NA28 RP ] Λασέα Treg

27:11 μᾶλλον ἐπείθετο WH Treg NA28 ] ἐπείθετο μᾶλλον RP

§27:11 ὑπὸ WH Treg NA28 ] + τοῦ RP

*27:12 ἐκεῖθεν WH Treg NA28 ] κἀκεῖθεν RP

27:14 Εὐρακύλων WH Treg NA28 ] Εὐροκλύδων RP

27:16 Καῦδα WH Treg NA28 ] Κλαύδην RP

§27:16 ἰσχύσαμεν μόλις WH Treg NA28 ] μόλις ἰσχύσαμεν RP

*27:19 ἔρριψαν WH Treg NA28 ] ἐρρίψαμεν RP

27:20 ἐλπὶς πᾶσα WH Treg NA28 ] πᾶσα ἐλπὶς RP

27:21 τε WH Treg NA28 ] δὲ RP

§27:23 νυκτὶ WH Treg NA28 ] + ἄγγελος RP

*27:23 εἰμι WH Treg RP ] + ἐγὼ NA28

27:23 ἄγγελος WH Treg NA28 ] – RP

27:29 μή που κατὰ WH Treg NA28 ] μήπως εἰς RP

§27:30 ἀγκύρας μελλόντων WH Treg NA28 ] μελλόντων ἀγκύρας RP

*27:32 ἀπέκοψαν οἱ στρατιῶται WH Treg NA28 ] οἱ στρατιῶται ἀπέκοψαν RP

27:33 ἡμέρα ἤμελλεν WH Treg NA28 ] ἤμελλεν ἡμέρα RP

27:34 μεταλαβεῖν WH Treg NA28 ] προσλαβεῖν RP

§27:34 ἀπὸ WH Treg NA28 ] ἐκ RP

*27:34 ἀπολεῖται WH Treg NA28 ] πεσεῖται RP

27:35 εἴπας WH Treg NA28 ] Εἰπὼν RP

27:37 αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳWH Treg NA28 ] ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί RP

§27:37 διακόσιαι Treg NA28 RP ] ὡς WH

*27:38 δὲ WH Treg NA28 ] + τῆς RP

27:39 ἐβουλεύοντο WH Treg NA28 ] ἐβουλεύσαντο RP

27:39 δύναιντο WH Treg NA28 ] δυνατόν RP

§27:39 ἐξῶσαι Treg NA28 RP ] ἐκσῶσαι WH

*27:41 ἐπέκειλαν WH Treg NA28 ] ἐπώκειλαν RP

27:41 βίας WH ] + τῶν κυμάτων Treg NA28 RP

27:43 ἑκατοντάρχης WH Treg NA28 ] ἑκατόνταρχος RP